diax30
ΕΟΡΤΟΛΟΓΙΟ

Παρασκευή
22 Νοεμβρίου

Φιλήμονος, Κικιλίας, Βαλλεριανού και Τιβουρτίου μαρτύρων

Aitimata

Aitimata

Aitimata

Ἀδελφοί, παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς· λέγει γάρ· καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι· ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας· μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, ἀλλ᾿ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι Ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας, ὡς πλάνοι καὶ ἀληθεῖς, ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποθνήσκοντες καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι, ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες.

Ἀπόδοση στη νεοελληνική:

Ἀδελφοί, σᾶς παρακαλοῦμεν νὰ μὴ δεχθῆτε μάταια τὴν χάριν τοῦ Θεοῦ, διότι λέγει, «Εἰς καιρὸν εὐνοίας σὲ ἄκουσα καὶ εἰς ἡμέραν σωτηρίας σὲ ἐβοήθησα. Ὁ καιρὸς εὐνοίας εἶναι τώρα, ἡ ἡμέρα σωτηρίας εἶναι τώρα.» Δὲν δίνομεν σὲ κανένα καμμίαν ἀφορμὴν προσκόμματος διὰ νὰ μὴ δυσφημισθῇ ἡ ὑπηρεσία μας, ἀλλὰ σὰν ὑπηρέται τοῦ Θεοῦ συσταίνομε τοὺς ἑαυτούς μας σὲ ὅλα διὰ τῆς μεγάλης ὑπομονῆς μας σὲ θλίψεις, σὲ ταλαιπωρίες, σὲ στερήσεις, σὲ μαστιγώσεις, σὲ φυλακίσεις, σὲ ταραχές, σὲ κόπους, σὲ ἀγρυπνίες καὶ πεῖναν· μὲ ἁγνότητα, σύνεσιν, μακροθυμίαν καὶ καλωσύνην, μὲ Πνεῦμα Ἅγιον, μὲ ἀγάπη χωρὶς ὑπόκρισιν, μὲ τὸ κήρυγμα τῆς ἀληθείας καὶ μὲ δύναμιν Θεοῦ, μὲ τὰ ὅπλα τῆς δικαιοσύνης, τὰ ἐπιθετικὰ καὶ ἀμυντικά, σὲ τιμὴν καὶ ἀτίμωσιν, σὲ δυσφημήσεις καὶ ἐπαίνους, σὰν λαοπλάνοι καὶ ὅμως ἀληθινοί, σὰν ἄγνωστοι καὶ ὅμως πολὺ γνωστοί, σὰν νὰ πεθαίναμε καὶ ὅμως ζοῦμε, σὰν τιμωρούμενοι καὶ ὅμως μὴ θανατούμενοι, σὰν λυπημένοι καὶ ὅμως πάντοτε χαρούμενοι, σὰν πτωχοὶ καὶ ὅμως κάνοντες πολλούς πλουσίους, σὰν νὰ μὴ ἔχωμεν τίποτε καὶ ὅμως κατέχομεν τὰ πάντα.