diax30
ΕΟΡΤΟΛΟΓΙΟ

Πέμπτη
21 Νοεμβρίου

Τα Εισόδια της Θεοτόκου

Aitimata

Aitimata

Aitimata

Ἐν ταις ημέραις ἐκείναις, ἐγένετο Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδαν. Εὗρε δὲ ἐκεῖ ἄνθρωπόν τινα Αἰνέαν ὀνόματι, ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραβάττῳ, ὃς ἦν παραλελυμένος. Καὶ εἶπεν αὐτῷ ὁ Πέτρος· Αἰνέα, ἰᾶταί σε Ἰησοῦς ὁ Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ. Καὶ εὐθέως ἀνέστη. Καὶ εἶδον αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδαν καὶ τὸν Σάρωνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν Κύριον.
Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά, ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ἀγαθῶν ἔργων καὶ ἐλεημοσυνῶν ὧν ἐποίει. Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ αὐτὴν ἔθηκαν ἐν ὑπερῴῳ. Ἐγγὺς δὲ οὔσης Λύδδης τῇ Ἰόππῃ οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ, ἀπέστειλαν δύο ἄνδρας πρὸς αὐτὸν παρακαλοῦντες μὴ ὀκνῆσαι διελθεῖν ἕως αὐτῶν. Ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῶ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ᾿ αὐτῶν οὖσα ἡ Δορκάς. Ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπε· Ταβιθά, ἀνάστηθι. Ἡ δὲ ἤνοιξε τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισε. Δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν, φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν. Γνωστὸν δὲ ἐγένετο καθ᾿ ὅλης τῆς Ἰόππης, καὶ πολλοὶ ἐπίστευσαν ἐπὶ τὸν Κύριον.

Ἀπόδοση στη νεοελληνική:

Τις ημέρες ἐκείνες, ὁ Πέτρος, κατὰ τὴν διάρκειαν περιοδείας του εἰς ὅλην τὴν περιοχήν, κατέβηκε νὰ ἐπισκεφθῇ καὶ τοὺς ἁγίους ποὺ κατοικοῦσαν εἰς τὴν Λύδδαν. Ἐκεῖ εὑρῆκε κάποιον ποὺ ὠνομάζετο Αἰνέας, ὁ ὁποῖος ἦτο κατάκοιτος ἐπὶ ὀκτὼ χρόνια διότι ἦτο παράλυτος. Καὶ τοῦ εἶπε ὁ Πέτρος, «Αἰνέα, σὲ υεραπεύει ὁ Ἰησοῦς Χριστός, σήκω καὶ στρῶσε τὸ κρεββάτι σου». Καὶ ἀμέσως ἐσηκώθηκε. Καὶ τὸν εἶδαν ὅλοι οἱ κάτοικοι τῆς Λύδδας καὶ τοῦ Σάρωνος, καὶ ἐπέστρεψαν εἰς τὸν Κύριον.
Εἰς τὴν Ἰόππην ὑπῆρχε κάποια μαθήτρια ποὺ ὠνομάζετο Ταβιθά, ἑλληνιστὶ Δορκάς, ἡ ὁποία ἔκανε πολλὲς ἀγαθοεργίες καὶ ἐλεημοσύνες. Συνέβη κατὰ τὰς ἡμέρας ἐκείνας νὰ ἀσθενήσῃ καὶ νὰ πεθάνῃ· ἀφοῦ δὲ τὴν ἔλουσαν, τὴν ἔβαλαν εἰς τὸ ἀνῶγι. Ἐπειδὴ ἡ Λύδδα ἦτο κοντὰ εἰς τὴν Ἰόππην, οἱ μαθηταὶ ἄκουσαν ὅτι ὁ Πέτρος εἶναι ἐκεῖ, καὶ τοῦ ἔστειλαν δύο ἄνδρας μὲ τὴν παράκλησιν: «Μὴ βραδύνῃς νὰ ἔλθῃς καὶ σ’ ἐμᾶς». Ὁ Πέτρος ἐσηκώθηκε καὶ ἐπῆγε μαζί τους. Ὅταν ἔφθασε, τὸν ὡδήγησαν εἰς τὸ ἀνώγι καὶ παρουσιάσθηκαν εἰς αὐτὸν ὅλες οἱ χῆρες οἱ ὁποῖες ἔκλαιαν καὶ ἔδειχναν τὰ ὑποκάμισα καὶ τὰ ἐνδύματα, ποὺ ἔκανε ἡ Δορκὰς ὅταν ἦτο μαζί τους. Ὁ Πέτρος ἔβγαλε ὅλους ἔξω, ἐγονάτισε καὶ προσευχήθηκε. Ὕστερα ἐστράφη πρὸς τὸ σῶμα καὶ εἶπε, «Ταβιθά, σήκω». Αὐτὴ ἄνοιξε τὰ μάτια της καὶ ὅταν εἶδε τὸν Πέτρον, ἀνασηκώθηκε. Ὁ Πέτρος τῆς ἔδωκε τὸ χέρι καὶ τὴν ἐσήκωσε ὀρθήν. Ὕστερα ἐφώναξε τοὺς ἁγίους καὶ τὶς χῆρες καὶ τὴν παρουσίασε ζωντανήν. Αὐτὸ ἔγινε γνωστὸν εἰς ὅλλην τὴν Ἰόππην καὶ πολλοὶ ἐπίστεψαν εἰς τὸν Κύριον.