diax30
ΕΟΡΤΟΛΟΓΙΟ

Κυριακή
24 Νοεμβρίου

Κλήμεντος Ρώμης, Πέτρου Αλεξανδρείας, Ερμογένους, Χρυσογόνου και Φιλουμένου μαρτ.

Aitimata

Aitimata

Aitimata

Τῷ καιρῷ εκείνω, εγένετο δὲ ἐν τῷ ἐγγίζειν Ἰησοῦν εἰς Ἱεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν· ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη ταῦτα.

Ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται. Καὶ ἐβόησε λέγων· Ἰησοῦ υἱὲ Δαυίδ, ἐλέησόν με· καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιωπήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν· υἱὲ Δαυίδ, ἐλέησόν με.

Σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. Εγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτὸν λέγων· τί σοι θέλεις ποιήσω; Ὁ δὲ εἶπε· Κύριε, ἵνα ἀναβλέψω.

Καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· ἀνάβλεψον· ἡ πίστις σου σέσωκέ σε. Καὶ παραχρῆμα ἀνέβλεψε, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν Θεόν· καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ Θεῷ.

 

Ἀπόδοση στη νεοελληνική:

Τον καιρό εκείνο, καθὼς ἐπλησίαζε ὁ Ἰησοῦς εἰς τὴν Ἱεριχώ, ἕνας τυφλὸς ἐκαθότανε κοντὰ εἰς τὸν δρόμον καὶ ζητιάνευε. Ὅταν ἄκουσε νὰ περνᾷ πολὺς κόσμος, ἐρώτησε τί συμβαίνει. Τοῦ εἶπαν, ὅτι ὁ Ἰησοῦς ὁ Ναζωραῖος διαβαίνει. Τότε ἐφώναξε, «Ἰησοῦ, υἱὲ τοῦ Δαυΐδ, ἐλέησέ με».

Ἐκεῖνοι ποὺ προηγοῦντο, τὸν ἐπέπλητταν διὰ νὰ σιωπήσῃ· ἀλλὰ αὐτὸς ἐφώναζε πολὺ περισσότερον, «Υἱὲ τοῦ Δαυΐδ, ἐλέησέ με».

Ὁ Ἰησοῦς ἐσταμάτησε καὶ διέταξε νὰ τοῦ τὸν φέρουν. Ὅταν αὐτὸς ἐπλησίασε, τὸν ἐρώτησε, «Τί θέλεις νὰ σοῦ κάνω;». Ἐκεῖνος δὲ εἶπε, «Κύριε, θέλω νὰ ξαναϊδῶ».

Ὁ Ἰησοῦς τοῦ εἶπε, «Ξανάβλεψε· ἡ πίστις σου σὲ ἔσωσε». Καὶ ἀμέσως ἀπέκτησε τὸ φῶς του καὶ τὸν ἀκολουθοῦσε δοξάζων τὸν Θεόν. Καὶ ὅλος ὁ λαός, ὅταν τὸν εἶδε, ἐδόξασε τὸν Θεόν.