Κατά Ματθαίον (θ΄ 27-35)
Τῷ καιρῷ εκείνῳ, ἠκολούθησαν τῷ Ἰησοῦ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες· ἐλέησον ἡμᾶς, υἱὲ Δαυῒδ. Ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; λέγουσιν αὐτῷ· ναί, Κύριε. Τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων· κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. Καὶ ἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί· καὶ ἐνεβριμήσατο αὐτοῖς ὁ ᾿Ιησοῦς λέγων· ὁρᾶτε μηδεὶς γινωσκέτω. Οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ.
Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν δαιμονιζόμενον· καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός, καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες ὅτι οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ.
Οἱ δὲ Φαρισαῖοι ἔλεγον· ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.
Καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.
Ἀπόδοση στη νεοελληνική:
Τον καιρό εκείνο, ἀκολούθησαν τὸν Ἰησοῦ δύο τυφλοί, οἱ ὁποίοι ἐφώναζαν, «Ἐλέησέ μας, υἱὲ τοῦ Δαυΐδ». Μόλις δὲ ἔφθασε εἰς τὸ σπίτι, ἦλθαν εἰς αὐτὸν οἱ τυφλοὶ καὶ ὁ Ἰησοῦς τοὺς λέγει, «Πιστεύετε ὅτι ἔχω τὴν δύναμιν νὰ κάνω αὐτὸ ποὺ ζητᾶτε;». Λέγουν εἰς αὐτόν, «Ναὶ, Κύριε». Τότε ἄγγιξε τὰ μάτια τους καὶ εἶπε, «Σύμφωνα μὲ τὴν πίστιν σας, ἂς γίνῃ». Καὶ ἄνοιξαν τὰ μάτια τους καὶ εἰς αὐστηρὸ τόνο τοὺς παρήγγειλε ὁ Ἰησοῦς καὶ τοὺς εἶπε, «Προσέχετε, κανεὶς νὰ μὴν τὸ μάθῃ». Αὐτοὶ ὅμως μόλις ἐβγῆκαν, τὸν διεφήμισαν εἰς ὅλην τὴν χώραν ἐκείνην.
Ἐνῷ αὐτοὶ ἔβγαιναν, τοῦ ἔφεραν ἕναν ἄνθρωπον βωβὸν δαιμονισμένον. Καὶ ἀφοῦ τὸ δαιμόνιον ἐκδιώχθηκε, ἐμίλησε ὁ βωβός. Καὶ ἐθαύμασε ὁ κόσμος καὶ ἔλεγεν, "Τέτοια πράγματα δὲν ἐφάνησαν ποτὲ εἰς τὸ Ἰσραήλ".
Οἱ δὲ Φαρισαῖοι ἔλεγαν, «Εἰς τὸ ὄνομα τοῦ ἄρχοντος τῶν δαιμονίων βγάζει δαιμόνια».
Καὶ περιήρχετο ὁ Ἰησοῦς ὅλας τὰς πόλεις καὶ τὰ χωριὰ καὶ ἐδίδασκε εἰς τὰς συναγωγάς των καὶ ἐκήρυττε τὸ εὐαγγέλιον περὶ τῆς βασιλείας καὶ ἐθεράπευε κάθε ἀσθένειαν καὶ κάθε ἀδυναμίαν τοῦ λαοῦ.
- Λεπτομέρειες
- Εμφανίσεις: 1709