ΜΑΚΚΑΒΑΙΩΝ Β´
Κεφάλαιο 1
ΤΟΙΣ ἀδελφοῖς τοῖς κατ᾿ Αἴγυπτον ᾿Ιουδαίοις χαίρειν. οἱ ἀδελφοὶ οἱ ἐν ῾Ιεροσολύμοις ᾿Ιουδαῖοι καὶ οἱ ἐν τῇ χώρᾳ τῆς ᾿Ιουδαίας εἰρήνην ἀγαθήν· 2 καὶ ἀγαθοποιήσαι ὑμῖν ὁ Θεὸς καὶ μνησθείη τῆς διαθήκης αὐτοῦ τῆς πρὸς ῾Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ιακὼβ τῶν δούλων αὐτοῦ τῶν πιστῶν· 3 καὶ δῴη ὑμῖν καρδίαν πᾶσιν εἰς τὸ σέβεσθαι αὐτὸν καὶ ποιεῖν αὐτοῦ τὰ θελήματα καρδίᾳ μεγάλῃ καὶ ψυχῇ βουλομένῃ· 4 καὶ διανοίξαι τὴν καρδίαν ὑμῶν ἐν τῷ νόμῳ αὐτοῦ καὶ ἐν τοῖς προστάγμασι καὶ εἰρήνην ποιήσαι 5 καὶ ἐπακούσαι ὑμῶν τῶν δεήσεων καὶ καταλλαγείη ὑμῖν καὶ μὴ ὑμᾶς ἐγκαταλίποι ἐν καιρῷ πονηρῷ. 6 καὶ νῦν ὧδέ ἐσμεν προσευχόμενοι περὶ ὑμῶν. 7 βασιλεύοντος Δημητρίου ἔτους ἑκατοστοῦ ἑξηκοστοῦ ἐνάτου, ἡμεῖς οἱ ᾿Ιουδαῖοι γεγράφαμεν ὑμῖν ἐν τῇ θλίψει καὶ ἐν τῇ ἀκμῇ τῇ ἐπελθούσῃ ἡμῖν ἐν τοῖς ἔτεσι τούτοις, ἀφ᾿ οὗ ἀπέστη ᾿Ιάσων καὶ οἱ μετ᾿ αὐτοῦ ἀπὸ τῆς ἁγίας γῆς καὶ τῆς βασιλείας 8 καὶ ἐνεπύρισαν τὸν πυλῶνα καὶ ἐξέχεαν αἷμα ἀθῷον· καὶ ἐδεήθημεν τοῦ Κυρίου καὶ εἰσηκούσθημεν καὶ προσηνέγκαμεν θυσίαν καὶ σεμίδαλιν καὶ ἐξήψαμεν τοὺς λύχνους καὶ προεθήκαμεν τοὺς ἄρτους. 9 καὶ νῦν ἵνα ἄγητε τὰς ἡμέρας τῆς σκηνοπηγίας τοῦ Χασελεῦ μηνός. ἔτους ἑκατοστοῦ ὀγδοηκοστοῦ καὶ ὀγδόου».
10 «Οἱ ἐν ῾Ιεροσολύμοις καὶ οἱ ἐν τῇ ᾿Ιουδαίᾳ καὶ ἡ γερουσία καὶ ᾿Ιούδας ᾿Αριστοβούλῳ διδασκάλῳ Πτολεμαίου τοῦ βασιλέως, ὄντι δὲ ἀπὸ τοῦ τῶν χριστῶν ἱερέων γένους, καὶ τοῖς ἐν Αἰγύπτῳ ᾿Ιουδαίοις χαίρειν καὶ ὑγιαίνειν. 11 ἐκ μεγάλων κινδύνων ὑπὸ τοῦ Θεοῦ σεσωσμένοι μεγάλως εὐχαριστοῦμεν αὐτῷ, ὡς ἂν πρὸς βασιλέα παρατασσόμενοι· 12 αὐτὸς γὰρ ἐξέβρασε τοὺς παραταξαμένους ἐν τῇ ἁγίᾳ πόλει. 13 εἰς γὰρ τὴν Περσίδα γενόμενος ὁ ἡγεμὼν καὶ ὁ περὶ αὐτὸν ἀνυπόστατος δοκοῦσα εἶναι δύναμις, κατεκόπησαν ἐν τῷ τῆς Ναναίᾳς ἱερῷ, παραλογισμῷ χρησαμένων τῶν περὶ τὴν Ναναίαν ἱερέων. 14 ὡς γὰρ συνοικήσων αὐτῇ παρεγένετο εἰς τὸν τόπον ὅ τε ᾿Αντίοχος καὶ οἱ σὺν αὐτῷ φίλοι χάριν τοῦ λαβεῖν τὰ χρήματα εἰς φερνῆς λόγον· 15 καὶ προθέντων αὐτὰ τῶν ἱερέων τῆς Ναναίας κἀκείνου προσελθόντος μετ᾿ ὀλίγων εἰς τὸν περίβολον τοῦ τεμένους, συγκλείσαντες, τὸ ἱερόν, ὡς εἰσῆλθεν ᾿Αντίοχος, 16 ἀνοίξαντες τὴν τοῦ φατνώματος κρυπτὴν θύραν, βάλοντες πέτρους συνεκεραύνωσαν τὸν ἡγεμόνα καὶ μέλη ποιήσαντες καὶ τὰς κεφαλὰς ἀφελόντες τοῖς ἔξω παρέρριψαν. 17 κατὰ πάντα εὐλογητὸς ἡμῶν ὁ Θεός, ὃς παρέδωκε τοὺς ἀσεβήσαντας. 18 μέλλοντες οὖν ἄγειν ἐν τῷ Χασελεῦ πέμπτη καὶ εἰκάδι τὸν καθαρισμὸν τοῦ ἱεροῦ, δέον ἡγησάμεθα διασαφῆσαι ὑμῖν, ἵνα καὶ αὐτοὶ ἄγητε τῆς σκηνοπηγίας καὶ τοῦ πυρός, ὅτε Νεεμίας οἰκοδομήσας τό τε ἱερὸν καὶ τὸ θυσιαστήριον ἀνήνεγκε θυσίαν. 19 καὶ γὰρ ὅτε εἰς τὴν Περσικὴν ἤγοντο οἱ πατέρες ἡμῶν, οἱ τότε εὐσεβεῖς ἱερεῖς λαβόντες ἀπὸ τοῦ πυρὸς τοῦ θυσιαστηρίου λαθραίως, κατέκρυψαν ἐν κοιλώματι φρέατος τάξιν ἔχοντος ἀνύδρου, ἐν ᾧ κατησφαλίσαντο ὥστε πᾶσιν ἄγνωστον εἶναι τὸν τόπον. 20 διελθόντων δὲ ἐτῶν ἱκανῶν, ὅτε ἔδοξε τῷ Θεῷ, ἀποσταλεὶς Νεεμίας ὑπὸ τοῦ βασιλέως τῆς Περσίδος τοὺς ἐκγόνους τῶν ἱερέων τῶν ἀποκρυψάντων ἔπεμψεν ἐπὶ τὸ πῦρ· ὡς δὲ διεσάφησαν ἡμῖν μὴ εὑρηκέναι πῦρ, ἀλλὰ ὕδωρ παχύ, 21 ἐκέλευσεν αὐτοὺς ἀποβάψαντας φέρειν. ὡς δὲ ἀνηνέχθη τὰ τῶν θυσιῶν, ἐκέλευσε τοὺς ἱερεῖς Νεεμίας ἐπιρρᾶναι τῷ ὕδατι τά τε ξύλα καὶ τὰ ἐπικείμενα. 22 ὡς δὲ ἐγένετο τοῦτο καὶ χρόνος διῆλθεν ὅ τε ἥλιος ἀνέλαμψε, πρότερον ἐπινεφὴς ὤν, ἀνήφθη πυρὰ μεγάλη ὥστε θαυμάσαι πάντας. 23 προσευχὴν δὲ ἐποιήσαντο οἱ ἱερεῖς δαπανωμένης τῆς θυσίας, οἵ τε ἱερεῖς καὶ πάντες, καταρχομένου ᾿Ιωνάθου, τῶν δὲ λοιπῶν ἐπιφωνούντων ὡς Νεεμίου. 24 ἦν δὲ ἡ προσευχὴ τὸν τρόπον ἔχουσα τοῦτον· Κύριε Κύριε ὁ Θεὸς ὁ πάντων κτίστης, ὁ φοβερὸς καὶ ἰσχυρὸς καὶ δίκαιος καὶ ἐλεήμων, ὁ μόνος βασιλεὺς καὶ χρηστός, 25 ὁ μόνος χορηγός, ὁ μόνος δίκαιος καὶ παντοκράτωρ καὶ αἰώνιος, ὁ διασώζων τὸν ᾿Ισραὴλ ἐκ παντὸς κακοῦ, ὁ ποιήσας τοὺς πατέρας ἐκλεκτοὺς καὶ ἁγιάσας αὐτούς, 26 πρόσδεξαι τὴν θυσίαν ὑπὲρ παντὸς τοῦ λαοῦ σου ᾿Ισραὴλ καὶ διαφύλαξον τὴν μερίδα σου καὶ καθαγίασον. 27 ἐπισυνάγαγε τὴν διασπορὰν ἡμῶν, ἐλευθέρωσον τοὺς δουλεύοντας ἐν τοῖς ἔθνεσι, τοὺς ἐξουθενημένους καὶ βδελυκτοὺς ἔπιδε, καὶ γνώτωσαν τὰ ἔθνη, ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν. 28 βασάνισον τοὺς καταδυναστεύοντας καὶ ἐξυβρίζοντας ἐν ὑπερηφανίᾳ. 29 καταφύτευσον τὸν λαόν σου εἰς τὸν τόπον τὸν ἅγιόν σου, καθὼς εἶπε Μωυσῆς. 30 οἱ δὲ ἱερεῖς ἐπέψαλλον τοὺς ὕμνους. 31 καθὼς δὲ ἀνηλώθη τὰ τῆς θυσίας καὶ τὸ περιλειπόμενον ὕδωρ, ὁ Νεεμίας ἐκέλευσε λίθους μείζονας κατασχεῖν. 32 ὡς δὲ τοῦτο ἐγενήθη, φλὸξ ἀνήφθη· τοῦ δὲ ἀπὸ τοῦ θυσιαστηρίου ἀντιλάμψαντος φωτὸς ἐδαπανήθη. 33 ὡς δὲ φανερὸν ἐγενήθη τὸ πρᾶγμα, καὶ διηγγέλη τῷ βασιλεῖ τῶν Περσῶν ὅτι εἰς τὸν τόπον, οὗ τὸ πῦρ ἀπέκρυψαν οἱ μεταχθέντες ἱερεῖς τὸ ὕδωρ ἐφάνη, ἀφ᾿ οὗ καὶ οἱ περὶ τὸν Νεεμίαν ἥγνισαν τὰ τῆς θυσίας, 34 περιφράξας δὲ ὁ βασιλεὺς ἱερὸν ἐποίησε, δοκιμάσας τὸ πρᾶγμα. 35 καὶ οἷς ἐχαρίζετο ὁ βασιλεὺς πολλὰ διάφορα ἐλάμβανε καὶ μετεδίδου. 36 προσηγόρευσαν δὲ οἱ περὶ τὸν Νεεμίαν τοῦτο νέφθαρ, ὃ διερμηνεύεται Καθαρισμός· καλεῖται δὲ παρὰ τοῖς πολλοῖς Νεφθαεί.
Κεφάλαιο 2
ΕΥΡΙΣΚΕΤΑΙ δὲ ἐν ταῖς ἀπογραφαῖς ῾Ιερεμίας ὁ προφήτης ὅτι ἐκέλευσε τοῦ πυρὸς λαβεῖν τοὺς μεταγινομένους, ὡς σεσήμανται, 2 καὶ ὡς ἐνετείλατο τοῖς μεταγενομένοις ὁ προφήτης, δοὺς αὐτοῖς τὸν νόμον, ἵνα μὴ ἐπιλάθωνται τῶν προσταγμάτων τοῦ Κυρίου καὶ ἵνα μὴ ἀποπλανηθῶσι ταῖς διανοίαις βλέποντες ἀγάλματα χρυσᾶ καὶ ἀργυρᾶ καὶ τὸν περὶ αὐτὰ κόσμον· 3 καὶ ἕτερα τοιαῦτα λέγων παρεκάλει μὴ ἀποστῆναι τὸν νόμον ἀπὸ τῆς καρδίας αὐτῶν. 4 ἦν δὲν ἐν τῇ γραφῇ ὡς τὴν σκηνὴν καὶ τὴν κιβωτὸν ἐκέλευσεν ὁ προφήτης χρηματισμοῦ γενηθέντος αὐτῷ συνακολουθεῖν· ὡς δὲ ἐξῆλθεν εἰς τὸ ὄρος, οὗ ὁ Μωυσῆς ἀναβὰς ἐθεάσατο τὴν τοῦ Θεοῦ κληρονομίαν. 5 καὶ ἐλθὼν ὁ ῾Ιερεμίας εὗρεν οἶκον ἀντρώδη καὶ τὴν σκηνὴν καὶ τὴν κιβωτὸν καὶ τὸ θυσιαστήριον τοῦ θυμιάματος εἰσήνεγκεν ἐκεῖ καὶ τὴν θύραν ἐνέφραξε. 6 καὶ προσελθόντες τινὲς τῶν συνακολουθούντων ὥστε ἐπισημήνασθαι τὴν ὁδὸν καὶ οὐκ ἠδυνήθησαν εὑρεῖν. 7 ὡς δὲ ὁ ῾Ιερεμίας ἔγνω, μεμψάμενος αὐτοῖς εἶπεν ὅτι καὶ ἄγνωστος ὁ τόπος ἔσται, ἕως ἂν συναγάγῃ ὁ Θεὸς ἐπισυναγωγὴν τοῦ λαοῦ καὶ ἵλεως γένηται· 8 καὶ τότε ὁ Κύριος ἀναδείξει ταῦτα, καὶ ὀφθήσεται ἡ δόξα τοῦ Κυρίου καὶ ἡ νεφέλη, ὡς καὶ ἐπὶ Μωυσῇ ἐδηλοῦτο, ὡς καὶ ὁ Σαλωμὼν ἠξίωσεν ἵνα ὁ τόπος καθαγιασθῇ μεγάλως. 9 διεσαφεῖτο δὲ καὶ ὡς σοφίαν ἔχων ἀνήνεγκε θυσίαν ἐγκαινισμοῦ καὶ τῆς τελειώσεως τοῦ ἱεροῦ. 10 καθὼς καὶ Μωυσῆς προσηύξατο πρὸς Κύριον, καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ τὰ τῆς θυσίας ἐδαπάνησεν, οὕτως καὶ Σαλαμὼν προσηύξατο, καὶ καταβὰν τὸ πῦρ ἀνήλωσε τὰ ὁλοκαυτώματα. 11 καὶ εἶπε Μωυσῆς· διὰ τὸ μὴ βεβρῶσθαι τὸ περὶ τῆς ἁμαρτίας, ἀνηλώθη. 12 ὡσαύτως καὶ ὁ Σαλωμὼν τὰς ὀκτὼ ἡμέρας ἤγαγεν. 13 ἐξηγοῦντο δὲ καὶ ἐν ταῖς ἀναγραφαῖς καὶ ἐν τοῖς ὑπομνηματισμοῖς τοῖς κατὰ τὸν Νεεμίαν τὰ αὐτὰ καὶ ὡς καταβαλλόμενος βιβλιοθήκην ἐπισυνήγαγε τὰ περὶ τῶν βασιλέων καὶ προφητῶν καὶ τὰ τοῦ Δαυὶδ καὶ ἐπιστολὰς βασιλέων περὶ ἀναθεμάτων. 14 ὡσαύτως δὲ καὶ ᾿Ιούδας τὰ διαπεπτωκότα διὰ τὸν πόλεμον τὸν γεγονότα ἡμῖν ἐπισυνήγαγε πάντα, καὶ ἔστι παρ᾿ ἡμῖν· 15 ὧν οὖν ἐὰν χρείαν ἔχητε τοὺς ἀποκομιοῦντας ὑμῖν ἀποστέλλετε.
16 Μέλλοντες οὖν ἄγειν τὸν καθαρισμὸν ἐγράψαμεν ὑμῖν· καλῶς οὖν ποιήσετε ἄγοντες τὰς ἡμέρας. 17 ὁ δὲ Θεὸς ὁ σώσας τὸν πάντα λαὸν αὐτοῦ καὶ ἀποδοὺς τὴν κληρονομίαν πᾶσι καὶ τὸ βασίλειον καὶ τὸ ἱεράτευμα καὶ τὸν ἁγιασμόν, 18 καθὼς ἐπηγγείλατο διὰ τοῦ νόμου· ἐλπίζομεν γὰρ ἐπὶ τῷ Θεῷ ὅτι ταχέως ἡμᾶς ἐλεήσει καὶ ἐπισυνάξει ἐκ τῆς ὑπὸ τὸν οὐρανὸν εἰς τὸν ἅγιον τόπον· ἐξείλετο γὰρ ἡμᾶς ἐκ μεγάλων κακῶν καὶ τὸν τόπον ἐκαθάρισε.
19 Τὰ δὲ κατὰ τὸν ᾿Ιούδαν τὸν Μακκαβαῖον καὶ τοὺς τούτου ἀδελφοὺς καὶ τὸν τοῦ ἱεροῦ τοῦ μεγάλου καθαρισμὸν καὶ τὸν τοῦ βωμοῦ ἐγκαινισμόν, 20 ἔτι τε τοὺς πρὸς ᾿Αντίοχον τὸν ᾿Επιφανῆ καὶ τὸν τούτου υἱὸν Εὐπάτορα πολέμους 21 καὶ τὰς ἐξ οὐρανοῦ γενομένας ἐπιφανείας τοῖς ὑπὲρ τοῦ ᾿Ιουδαϊσμοῦ φιλοτίμως ἀνδραγαθήσασιν, ὥστε τὴν ὅλην χώραν ὀλίγους ὄντας λεηλατεῖν καὶ τὰ βάρβαρα πλήθη διώκειν, 22 καὶ τὸ περιβόητον καθ᾿ ὅλην τὴν οἰκουμένην ἱερὸν ἀνακομίσασθαι καὶ τὴν πόλιν ἐλευθερῶσαι καὶ τοὺς μέλλοντας καταλύεσθαι νόμους ἐπανορθῶσαι, τοῦ Κυρίου μετὰ πάσης ἐπιεικείας ἱλέω γενομένου αὐτοῖς, 23 τὰ ὑπὸ ᾿Ιάσωνος τοῦ Κυρηναίου δεδηλωμένα δὲ πέντε βιβλίων πειρασόμεθα δι᾿ ἑνὸς συντάγματος ἐπιτεμεῖν. 24 συνορῶντες γὰρ τὸ χῦμα τῶν ἀριθμῶν καὶ τὴν οὖσαν δυσχέρειαν τοῖς θέλουσιν εἰσκυκλεῖσθαι τοῖς τῆς ἱστορίας διηγήμασι διὰ τὸ πλῆθος τῆς ὕλης, 25 ἐφροντίσαμεν τοῖς μὲν βουλομένοις ἀναγινώσκειν ψυχαγωγίαν, τοῖς δὲ φιλοφρονοῦσιν εἰς τὸ διὰ μνήμης ἀναλαβεῖν εὐκοπίαν, πᾶσι δὲ τοῖς ἐντυγχάνουσιν ὠφέλειαν. 26 καὶ ἡμῖν μὲν τοῖς τὴν κακοπάθειαν ἐπιδεδεγμένοις τῆς ἐπιτομῆς οὐ ρᾴδιον, ἱδρῶτος δὲ καὶ ἀγρυπνίας τὸ πρᾶγμα, 27 καθάπερ τῷ παρασκευάζοντι συμπόσιον καὶ ζητοῦντι τὴν ἑτέρων λυσιτέλειαν οὐκ εὐχερὲς μέν, ὅμως διὰ τὴν τῶν πολλῶν εὐχαριστίαν ἡδέως τὴν κακοπάθειαν ὑποίσομεν, 28 τὸ μὲ διακριβοῦν περὶ ἑκάστων τῷ συγγραφεῖ παραχωρήσαντες, τὸ δὲ ἐπιπορεύεσθαι τοῖς ὑπογραμμοῖς τῆς ἐπιτομῆς διαπονοῦντες. 29 καθάπερ γὰρ τῆς καινῆς οἰκίας ἀρχιτέκτονι τῆς ὅλης καταβολῆς φροντιστέον, τῷ δὲ ἐγκαίειν καὶ ζωγραφεῖν ἐπιχειροῦντι τὰ ἐπιτήδεια πρὸς διακόσμησιν ἐξεταστέον, οὕτω δοκῶ καὶ ἐπὶ ἡμῶν. 30 τὸ μὲν ἐμβατεύειν καὶ περίπατον ποιεῖσθαι λόγον καὶ πολυπραγμονεῖν ἐν τοῖς κατὰ μέρος τῷ τῆς ἱστορίας ἀρχηγέτῃ καθήκει· 31 τὸ δὲ σύντομον τῆς λέξεως μεταδιώκειν καὶ τὸ ἐξεργαστικὸν τῆς πραγματείας παραιτεῖσθαι τῷ τὴν μετάφρασιν ποιουμένῳ συγχωρητέον. 32 ἐντεῦθεν οὖν ἀρξώμεθα τῆς διηγήσεως, τοῖς προειρημένοις τοσοῦτον ἐπιζεύξαντες· εὔηθες γὰρ τὸ μὲν πρὸ τῆς ἱστορίας πλεονάζειν, τὴν δὲ ἱστορίαν ἐπιτεμεῖν.
Κεφάλαιο 3
ΤΗΣ ἁγίας τοίνυν πόλεως κατοικουμένης μετὰ πάσης εἰρήνης καὶ τῶν νόμων ἔτι κάλλιστα συντηρουμένων διὰ τὴν ᾿Ονίου τοῦ ἀρχιερέως εὐσέβειάν τε καὶ μισοπονηρίαν, 2 συνέβαινε καὶ αὐτοὺς τοὺς βασιλεῖς τιμᾶν τὸν τόπον, καὶ τὸ ἱερὸν ἀποστολαῖς ταῖς κρατίσταις δοξάζειν, 3 ὥστε καὶ Σέλευκον τὸν τῆς ᾿Ασίας βασιλέα χορηγεῖν ἐκ τῶν ἰδίων προσόδων πάντα τὰ πρὸς τὰς λειτουργίας τῶν θυσιῶν ἐπιβάλλοντα δαπανήματα. 4 Σίμων δέ τις ἐκ τῆς Βενιαμὶν φυλῆς προστάτης τοῦ ἱεροῦ καθεσταμένος διηνέχθη τῷ ἀρχιερεῖ περὶ τῆς κατὰ τὴν πόλιν ἀγορανομίας· 5 καὶ νικῆσαι τὸν ᾿Ονίαν μὴ δυνάμενος, ἦλθε πρὸς ᾿Απολλώνιον Θρασαίου τὸν κατ᾿ ἐκεῖνον τὸ καιρὸν Κοίλης Συρίας καὶ Φοινίκης στρατηγὸν 6 καὶ προσήγγειλε περὶ τοῦ χρημάτων ἀμυθήτων γέμειν τὸ ἐν ῾Ιεροσολύμοις γαζοφυλάκιον, ὥστε τὸ πλῆθος τῶν διαφόρων ἐναρίθμητον εἶναι, καὶ μὴ προσήκειν αὐτὰ πρὸς τὸν τῶν θυσιῶν λόγον, εἶναι δὲ δυνατὸν ὑπὸ τὴν τοῦ βασιλέως ἐξουσίαν πεσεῖν ἅπαντα ταῦτα. 7 συμμείξας δὲ ὁ ᾿Απολλώνιος τῷ βασιλεῖ περὶ τῶν μηνυθέντων αὐτῷ χρημάτων ἐνεφάνισεν· ὁ δὲ προχειρισάμενος ῾Ηλιόδωρον τὸν ἐπὶ τῶν πραγμάτων ἀπέστειλε δοὺς ἐντολὰς τὴν τῶν προειρημένων χρημάτων ἐκκομιδὴν ποιήσασθαι. 8 εὐθέως δὲ ὁ ῾Ηλιόδωρος ἐποιεῖτο τὴν πορείαν, τῇ μὲν ἐμφάσει ὡς τὰς κατὰ Κοίλην Συρίαν καὶ Φοινίκην πόλεις ἐφοδεύσων, τῷ πράγματι δὲ τὴν τοῦ βασιλέως πρόθεσιν ἐπιτελέσων. 9 παραγενηθεὶς δὲ εἰς ῾Ιεροσόλυμα καὶ φιλοφρόνως ὑπὸ τοῦ ἀρχιερέως τῆς πόλεως ἀποδεχθείς, ἀνέθετο περὶ τοῦ γεγονότος ἐμφανισμοῦ, καὶ τίνος ἕνεκεν πάρεστι διεσάφησεν· ἐπυνθάνετο δέ, εἰ ταῖς ἀληθείας ταῦτα οὕτως ἔχοντα τυγχάνει. 10 τοῦ δὲ ἀρχιερέως ὑποδείξαντος παραθήκας εἶναι χηρῶν τε καὶ ὀρφανῶν, 11 τινὰ δὲ καὶ ῾Υρκανοῦ τοῦ Τωβίου σφόδρα ἀνδρὸς ἐν ὑπεροχῇ κειμένου —οὐχ ὥσπερ ἦν διαβάλλων ὁ δυσεβὴς Σίμων— τὰ δὲ πάντα ἀργυρίου τετρακόσια τάλαντα, χρυσίου δὲ διακόσια· 12 ἀδικηθῆναι δὲ τοὺς πεπιστευκότας τῇ τοῦ τόπου ἁγιωσύνῃ καὶ τῇ τοῦ τετιμημένου κατὰ τὸν σύμπαντα κόσμον ἱεροῦ σεμνότητι καὶ ἀσυλίᾳ παντελῶς ἀμήχανον εἶναι. 13 ὁ δὲ ῾Ηλιόδωρος, δι᾿ ἃς εἶχε βασιλικὰς ἐντολάς, πάντως ἔλεγεν εἰς τὸ βασιλικὸν ἀναληπτέα ταῦτα εἶναι. 14 ταξάμενος δὲ ἡμέραν εἰσήει τὴν περὶ τούτων ἐπίσκεψιν οἰκονομήσων· ἦν δὲ οὐ μικρὰ καθ᾿ ὅλην τὴν πόλιν ἀγωνία. 15 οἱ δὲ ἱερεῖς πρὸ τοῦ θυσιαστηρίου ἐν ταῖς ἱερατικαῖς στολαῖς ρίψαντες ἑαυτούς, ἐπεκαλοῦντο εἰς οὐρανὸν τὸν περὶ παραθήκης νομοθετήσαντα τοῖς παρακαταθεμένοις ταῦτα σῷα διαφυλάξαι. 16 ἦν δὲ ὁρῶντα τὴν τοῦ ἀρχιερέως ἰδέαν τιτρώσκεσθαι τὴν διάνοιαν· ἡ γὰρ ὄψις καὶ τὸ τῆς χρόας παρηλλαγμένον ἐνέφαινε τὴν κατὰ ψυχὴν ἀγωνίαν. 17 περιεκέχυτο γὰρ περὶ τὸν ἄνδρα δέος τι καὶ φρικασμὸς σώματος, δι᾿ ὧν πρόδηλον ἐγίνετο τοῖς θεωροῦσι τὸ κατὰ καρδίαν ἐνεστὸς ἄλγος. 18 οἱ δὲ ἐκ τῶν οἰκιῶν ἀγεληδὸν ἐξεπήδων ἐπὶ πάνδημον ἱκετείαν, διὰ τὸ μέλλειν εἰς καταφρόνησιν ἔρχεσθαι τὸν τόπον. 19 ὑπεζωσμέναι δὲ ὑπὸ τοὺς μαστοὺς αἱ γυναῖκες σάκκους κατὰ τὰς ὁδοὺς ἐπλήθυον· αἱ δὲ κατάκλειστοι τῶν παρθένων, αἱ μὲν συνέτρεχον ἐπὶ τοὺς πυλῶνας, αἱ δὲ ἐπὶ τὰ τείχη, τινὲς δὲ διὰ τῶν θυρίδων διεξέκυπτον· 20 πᾶσαι δὲ προτείνουσαι τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐποιοῦντο τὴν λιτανείαν· 21 ἐλεεῖν δ᾿ ἦν τὴν τοῦ πλήθους παμμιγῆ πρόπτωσιν τήν τε τοῦ μεγάλου διαγωνιῶντος ἀρχιερέως προσδοκίαν. 22 οἱ μὲν οὖν ἐπεκαλοῦντο τὸν παντοκράτορα Θεὸν τὰ πεπιστευμένα τοῖς πεπιστευκόσι σῶα διαφυλάσσειν μετὰ πάσης ἀσφαλείας, 23 ὁ δὲ ῾Ηλιόδωρος τὸ διεγνωσμένον ἐπετέλει. 24 αὐτόθι δὲ αὐτοῦ σὺν τοῖς δορυφόροις κατὰ τὸ γαζοφυλάκιον ἤδη παρόντος, ὁ τῶν πατέρων Κύριος καὶ πάσης ἐξουσίας δυνάστης ἐπιφάνειαν μεγάλην ἐποίησεν, ὥστε πάντας τοὺς κατοτολμήσαντας συνελθεῖν, καταπλαγέντας τὴν τοῦ Θεοῦ δύναμιν, εἰς ἔκλυσιν καὶ δειλίαν τραπῆναι. 25 ὤφθη γάρ τις ἵππος αὐτοῖς φοβερὸν ἔχων τὸν ἐπιβάτην καὶ καλλίστῃ σαγῇ διακεκοσμημένος, φερόμενος δὲ ρύδην ἐνέσεισε τῷ ῾Ηλιοδώρῳ τὰς ἐμπροσθίους ὁπλάς· ὁ δὲ ἐπικαθήμενος ἐφαίνετο χρυσῆν πανοπλίαν ἔχων. 26 ἕτεροι δὲ δύο προεφάνησαν αὐτῷ νεανίαι τῇ ρώμῃ μὲν ἐκπρεπεῖς, κάλλιστοι δὲ τῇ δόξῃ, διαπρεπεῖς δὲ τὴν περιβολήν, οἳ καὶ παραστάντες ἐξ ἑκατέρου μέρους ἐμαστίγουν αὐτὸν ἀδιαλείπτως, πολλὰς ἐπιρριπτοῦντες αὐτῷ πληγάς. 27 ἄφνω δὲ πεσόντα πρὸς τὴν γῆν καὶ πολλῷ σκότει περιχυθέντα συναρπάσαντες καὶ εἰς φορεῖον ἐνθέντες 28 τὸν ἄρτι μετὰ πολλῆς παραδρομῆς καὶ πάσης δορυφορίας εἰς τὸ προειρημένον εἰσελθόντα γαζοφυλάκιον ἔφερον ἀβοήθητον ἑαυτῷ καθεστῶτα, φανερῶς τὴν τοῦ Θεοῦ δυναστείαν ἐπεγνωκότες. 29 καὶ ὁ μὲν διὰ τὴν θείαν ἐνέργειαν ἄφωνος καὶ πάσης ἐστερημένος ἐλπίδος καὶ σωτηρίας ἔρριπτο, 30 οἱ δὲ τὸν Κύριον εὐλόγουν τὸν παραδοξάζοντα τὸν ἑαυτοῦ τόπον, καὶ τὸ μικρῷ πρότερον δέους καὶ ταραχῆς γέμον ἱερὸν τοῦ παντοκράτορος ἐπιφανέντος Κυρίου χαρᾶς καὶ εὐφροσύνης ἐπεπλήρωτο. 31 ταχὺ δέ τινες τῶν τοῦ ῾Ηλιοδώρου συνήθων ἠξίουν τὸν ᾿Ονίαν ἐπικαλέσασθαι τὸν ῞Υψιστον καὶ τὸ ζῆν χαρίσασθαι τῷ παντελῶς ἐν ἐσχάτῃ πνοῇ κειμένῳ. 32 ὕποπτος δὲ γενόμενος ὁ ἀρχιερεύς, μήποτε διάληψιν ὁ βασιλεὺς σχῇ κακουργίαν τινὰ περὶ τὸν ῾Ηλιόδωρον ὑπὸ τῶν ᾿Ιουδαίων συντετελέσθαι, προσήγαγε θυσίαν ὑπὲρ τῆς τοῦ ἀνδρὸς σωτηρίας. 33 ποιουμένου δὲ τοῦ ἀρχιερέως τὸν ἱλασμόν, οἱ αὐτοὶ νεανίαι πάλιν ἐνεφάνησαν τῷ ῾Ηλιοδώρῳ ἐν ταῖς αὐταῖς ἐσθήσεσιν ἐστολισμένοι καὶ στάντες εἶπον· πολλὰς τῷ ᾿Ονίᾳ τῷ ἀρχιερεῖ χάριτας ἔχε, διὰ γὰρ αὐτόν σοι κεχάρισται τὸ ζῆν ὁ Κύριος· 34 σὺ δὲ ὑπ᾿ αὐτοῦ μεμαστιγωμένος διάγγελλε πᾶσι τὸ μεγαλεῖον τοῦ Θεοῦ κράτος. ταῦτα δὲ εἰπόντες ἀφανεῖς ἐγένοντο. 35 ὁ δὲ ῾Ηλιόδωρος θυσίαν ἀνενέγκας τῷ Κυρίῳ καὶ εὐχὰς μεγίστας εὐξάμενος τῷ τὸ ζῆν περιποιήσαντι καὶ τὸν ᾿Ονίαν ἀποδεξάμενος, ἀνεστρατοπέδευσε πρὸς τὸν βασιλέα. 36 ἐξεμαρτύρει δὲ πᾶσιν ἅπερ ἦν ὑπ᾿ ὄψιν τεθεαμένος ἔργα τοῦ μεγίστου Θεοῦ. 37 τοῦ δὲ βασιλέως ἐπερωτήσαντος τὸν ῾Ηλιόδωρον ποῖός τις εἴη ἐπιτήδειος ἔτι ἅπαξ διαπεμφθῆναι εἰς ῾Ιεροσόλυμα, ἔφησεν· 38 εἴ τινα ἔχεις πολέμιον ἢ πραγμάτων ἐπίβουλον, πέμψον αὐτὸν ἐκεῖ, καὶ μεμαστιγωμένον αὐτὸν προσδέξῃ, ἐάν περ καὶ διασωθείη, διὰ τὸ περὶ τὸν τόπον ἀληθῶς εἶναί τινα Θεοῦ δύναμιν· 39 αὐτὸς γὰρ ὁ τὴν κατοικίαν ἐπουράνιον ἔχων, ἐπόπτης ἐστὶ καὶ βοηθὸς ἐκείνου τοῦ τόπου καὶ τοὺς παραγινομένους ἐπὶ κακώσει τύπτων ἀπόλλυσι. 40 καὶ τὰ μὲν κατὰ ῾Ηλιόδωρον καὶ τὴν τοῦ γαζοφυλακίου τήρησιν οὕτως ἐχώρησεν.
Κεφάλαιο 4
Ο δὲ προειρημένος Σίμων, ὁ τῶν χρημάτων καὶ τῆς πατρίδος ἐνδείκτης γεγονώς, ἐκακολόγει τὸν ᾿Ονίαν, ὡς αὐτός τε εἴη τὸν ῾Ηλιόδωρον ἐπισεσεικὼς καὶ τῶν κακῶν δημιουργὸς καθεστηκώς, 2 καὶ τὸν εὐεργέτην τῆς πόλεως καὶ τὸν κηδεμόνα τῶν ὁμοεθνῶν καὶ ζηλωτὴν τῶν νόμων ἐπίβουλον τῶν πραγμάτων ἐτόλμα λέγειν. 3 τῆς δὲ ἔχθρας ἐπὶ τοσοῦτον προβαινούσης, ὥστε καὶ διά τινος τῶν ὑπὸ τοῦ Σίμωνος δεδοκιμασμένων φόνους συντελεῖσθαι, 4 συνορῶν ὁ ᾿Ονίας τὸ χαλεπὸν τῆς φιλονεικίας καὶ ᾿Απολλώνιον τὸν Μενεσθέως τὸν Κοίλης Συρίας καὶ Φοινίκης στρατηγὸν συναύξοντα τὴν κακίαν τοῦ Σίμωνος, 5 πρὸς τὸν βασιλέα διεκομίσθη οὐ γινόμενος τῶν πολιτῶν κατήγορος, τὸ δὲ συμφέρον κοινῇ καὶ κατ᾿ ἰδίαν παντὶ τῷ πλήθει σκοπῶν· 6 ἑώρα γὰρ ἄνευ βασιλικῆς προνοίας ἀδύνατον εἶναι τυχεῖν εἰρήνης ἔτι τὰ πράγματα καὶ τὸν Σίμωνα παῦλαν οὐ ληψόμενον τῆς ἀνοίας.
7 Μεταλλάξαντος δὲ τὸν βίον Σελεύκου καὶ παραλαβόντος τὴν βασιλείαν ᾿Αντιόχου τοῦ προσαγορευθέντος ᾿Επιφανοῦς, ὑπενόθευσεν ᾿Ιάσων ὁ ἀδελφὸς ᾿Ονίου τὴν ἀρχιερωσύνην, 8 ἐπαγγειλάμενος τῷ βασιλεῖ δι᾿ ἐντεύξεως ἀργυρίου τάλαντα ἑξήκοντα πρὸς τοῖς τριακοσίοις καὶ προσόδου τινὸς ἄλλης τάλαντα ὀγδοήκοντα. 9 πρὸς δὲ τούτοις ὑπισχνεῖτο καὶ ἕτερα διαγράψαι πεντήκοντα πρὸς τοῖς ἑκατόν, ἐὰν συγχωρηθῇ διὰ τῆς ἐξουσίας αὐτοῦ γυμνάσιον καὶ ἐφηβεῖον αὐτῷ συστήσασθαι καὶ τοὺς ἐν ῾Ιεροσολύμοις ᾿Αντιοχεῖς ἀναγράψαι. 10 ἐπινεύσαντος δὲ τοῦ βασιλέως καὶ τῆς ἀρχῆς κρατήσας, εὐθέως ἐπὶ τὸν ῾Ελληνικὸν χαρακτῆρα τοὺς ὁμοφύλους μετῆγε 11 καὶ τὰ κείμενα τοῖς ᾿Ιουδαίοις φιλάνθρωπα βασιλικὰ διὰ ᾿Ιωάννου τοῦ πατρὸς Εὐπολέμου, τοῦ ποιησαμένου τὴν πρεσβείαν ὑπὲρ φιλίας καὶ συμμαχίας πρὸς τοὺς Ρωμαίους, παρώσατο. καὶ τὰς μὲν νομίμους καταλύων πολιτείας, παρανόμους ἐθισμοὺς ἐκαίνιζεν· 12 ἀσμένως γὰρ ὑπ᾿ αὐτὴν τὴν ἀκρόπολιν γυμνάσιον καθίδρυσε καὶ τοὺς κρατίστους τῶν ἐφήβων ὑποτάσσων ὑπὸ πέτασον ἦγεν. 13 ἦν δ᾿ οὕτως ἀκμή τις ῾Ελληνισμοῦ καὶ πρόσβασις ἀλλοφυλισμοῦ διὰ τὴν τοῦ ἀσεβοῦς καὶ οὐκ ἀρχιερέως ᾿Ιάσωνος ὑπερβάλλουσαν ἀναγνείαν, 14 ὥστε μηκέτι περὶ τὰς τοῦ θυσιαστηρίου λειτουργίας προθύμους εἶναι τοὺς ἱερεῖς, ἀλλὰ τοῦ μὲν ναοῦ καταφρονοῦντες καὶ τῶν θυσιῶν ἀμελοῦντες ἔσπευδον μετέχειν τῆς ἐν παλαίστρᾳ παρανόμου χορηγίας μετὰ τὴν τοῦ δίσκου πρόκλησιν, 15 καὶ τὰς μὲν πατρῴους τιμὰς ἐν οὐδενὶ τιθέμενοι, τὰς δὲ ῾Ελληνικὰς δόξας καλλίστας ἡγούμενοι. 16 ὧν χάριν περιέσχεν αὐτοὺς χαλεπὴ περίστασις, καὶ ὧν ἐζήλουν τὰς ἀγωγὰς καὶ καθάπαν ἤθελον ἐξομοιοῦσθαι, τούτους πολεμίους καὶ τιμωρητὰς ἔσχον· 17 ἀσεβεῖν γὰρ εἰς τοὺς θείους νόμους οὐ ρᾴδιον, ἀλλὰ ταῦτα ὁ ἀκόλουθος καιρὸς δηλώσει. 18 ἀγομένου δὲ πενταετηρικοῦ ἀγῶνος ἐν Τύρῳ καὶ τοῦ βασιλέως παρόντος, 19 ἀπέστειλεν ᾿Ιάσων ὁ μιαρὸς θεωροὺς ἀπὸ ῾Ιεροσολύμων ᾿Αντιοχεῖς ὄντας παρακομίζοντας ἀργυρίου δραχμὰς τριακοσίας εἰς τὴν τοῦ ῾Ηρακλέους θυσίαν, ἃς καὶ ἠξίωσαν οἱ παρακομίσαντες μὴ χρῆσθαι πρὸς θυσίαν διὰ τὸ μὴ καθήκειν, εἰς ἑτέραν δὲ καταθέσθαι δαπάνην. 20 ἔπεσεν οὖν ταῦτα διὰ μὲν τὸν ἀποστείλαντα εἰς τὴν τοῦ ῾Ηρακλέους θυσίαν, ἕνεκεν δὲ τῶν παρακομιζόντων εἰς τὰς τῶν τριήρων κατασκευάς. 21 ἀποσταλέντος δὲ εἰς Αἴγυπτον ᾿Απολλωνίου τοῦ Μενεσθέως διὰ τὰ πρωτοκλίσια Πτολεμαίου τοῦ Φιλομήτορος Βασιλέως, μεταλαβὼν ᾿Αντίοχος ἀλλότριον αὐτὸν τῶν αὐτῶν γεγονέναι πραγμάτων, τῆς καθ᾿ αὑτὸν ἀσφαλείας ἐφρόντιζεν· ὅθεν εἰς ᾿Ιόππην παραγενόμενος κατήντησεν εἰς ῾Ιεροσόλυμα. 22 μεγαλοπρεπῶς δὲ ὑπὸ τοῦ ᾿Ιάσωνος καὶ τῆς πόλεως παραδεχθείς, μετὰ δᾳδουχίας καὶ βοῶν εἰσπεπόρευται, εἶθ᾿ οὕτως εἰς τὴν Φοινίκην κατεστρατοπέδευσε. 23 μετὰ δὲ τριετῆ χρόνον ἀπέστειλεν ᾿Ιάσων Μενέλαον, τὸν τοῦ προσημαινομένου Σίμωνος ἀδελφόν, παρακομίζοντα τὰ χρήματα τῷ βασιλεῖ καὶ περὶ πραγμάτων ἀναγκαίων ὑπομνηματισμοὺς τελέσοντα. 24 ὁ δὲ συσταθεὶς τῷ βασιλεῖ καὶ δοξάσας αὐτὸν τῷ προσώπῳ τῆς ἐξουσίας, εἰς ἑαυτὸν κατήντησε τὴν ἀρχιερωσύνην, ὑπερβαλὼν τὸν ᾿Ιάσωνα τάλαντα ἀργυρίου τριακόσια. 25 λαβὼν δὲ τὰς βασιλικὰς ἐντολὰς παρεγένετο, τῆς μὲν ἀρχιερωσύνης οὐδὲν ἄξιον φέρων, θυμοὺς δὲ ὠμοῦ τυράννου καὶ θηρὸς βαρβάρου ὀργὰς ἔχων. 26 καὶ ὁ μὲν ᾿Ιάσων ὁ τὸν ἴδιον ἀδελφὸν ὑπονοθεύσας, ὑπονοθευθεὶς ὑφ᾿ ἑτέρου, φυγὰς εἰς τὴν ᾿Αμμανῖτιν χώραν συνήλαστο. 27 ὁ δὲ Μενέλαος τῆς μὲν ἀρχῆς ἐκράτει, τῶν δὲ ἐπηγγελμένων τῷ βασιλεῖ χρημάτων οὐδὲν εὐτάκνει· ποιουμένου δὲ τὴν ἀπαίτησιν Σωστράτου τοῦ τῆς ἀκροπόλεως ἐπάρχου, 28 πρὸς τοῦτον γὰρ ἦν ἡ τῶν φόρων πρᾶξις, δι᾿ ἣν αἰτίαν οἱ δύο ὑπὸ τοῦ βασιλέως προσεκλήθησαν, 29 καὶ ὁ μὲν Μενέλαος ἀπέλιπε τῆς ἀρχιερωσύνης διάδοχον Λυσίμαχον τὸν ἑαυτοῦ ἀδελφόν, Σώστρατος δὲ Κράτητα τὸν ἐπὶ τῶν Κυπρίων. 30 τοιούτων δὲ συνεστηκότων, συνέβη Ταρσεῖς καὶ Μαλλώτας στασιάζειν διὰ τὸ ᾿Αντιοχίδι τῇ παλλακῇ τοῦ βασιλέως ἐν δωρεᾷ δεδόσθαι. 31 θᾶττον οὖν ὁ βασιλεὺς ἧκε καταστεῖλε τὰ πράγματα, καταλιπὼν τὸν διαδεχόμενον ᾿Ανδρόνικον τῶν ἐν ἀξιώματι κειμένων. 32 νομίσας δὲ ὁ Μενέλαος εἰληφέναι καιρὸν εὐφυῆ, χρυσώματά τινα τῶν τοῦ ἱεροῦ νοσφισάμενος ἐχαρίσατο τῷ ᾿Ανδρονίκῳ καὶ ἕτερα ἐτύγχανε πεπρακὼς εἴς τε Τύρον καὶ τὰς κύκλῳ πόλεις. 33 ἃ καὶ σαφῶς ἐπεγνωκὼς ὁ ᾿Ονίας, παρήλεγχεν ἀποκεχωρηκὼς εἰς ἄσυλον τόπον ἐπὶ Δάφνης τῆς πρὸς ᾿Αντιόχειαν κειμένης. 34 ὅθεν ὁ Μενέλαος λαβὼν ἰδίᾳ τὸν ᾿Ανδρόνικον, παρεκάλει χειρώσασθαι τὸν ᾿Ονίαν. ὁ δὲ παραγενόμενος ἐπὶ τὸν ᾿Ονίαν καὶ πεισθεὶς ἐπὶ δόλῳ καὶ δεξιὰς μεθ᾿ ὅρκων δούς, καίπερ ἐν ὑποψίᾳ κείμενος, ἔπεισεν ἐκ τοῦ ἀσύλου προελθεῖν, ὃν καὶ παραχρῆμα παρέκλεισεν οὐκ αἰδεσθεὶς τὸ δίκαιον. 35 δι᾿ ἣν αἰτίαν οὐ μόνον ᾿Ιουδαῖοι, πολλοὶ δὲ καὶ τῶν ἄλλων ἐθνῶν ἐδείναζον καὶ ἐδυσφόρουν ἐπὶ τῷ τοῦ ἀνδρὸς ἀδίκῳ φόνῳ. 36 τοῦ δὲ βασιλέως ἐπανελθόντος ἀπὸ τῶν κατὰ Κιλικίαν τόπων, ἐνετύγχανον οἱ κατὰ πόλιν ᾿Ιουδαῖοι, συμμισοπονηρούντων καὶ τῶν ῾Ελλήνων ὑπὲρ τοῦ παρὰ λόγον τὸν ᾿Ονίαν ἀπεκτάνθαι. 37 ψυχικῶς οὖν ὁ ᾿Αντίοχος ἐπιλυπηθεὶς καὶ τραπεὶς εἰς ἔλεον καὶ δακρύσας διὰ τὴν τοῦ μετηλλαχότος σωφροσύνην καὶ πολλὴν εὐταξίαν 38 καὶ πυρωθεὶς τοῖς θυμοῖς, παραχρῆμα τὴν τοῦ ᾿Ανδρονίκου πορφύραν περιελόμενος καὶ τοὺς χιτῶνας περιρρήξας, περιαγαγὼν καθ᾿ ὅλην τὴν πόλιν, ἐπ᾿ αὐτὸ τὸν τόπον, οὗπερ εἰς τὸν ᾿Ονίαν ἠσέβησεν, ἐκεῖ τὸν μιαιφόνον ἀπεκόσμησε, τοῦ Κυρίου τὴν ἀξία αὐτῷ κόλασιν ἀποδόντος. 39 γενομένων δὲ πολλῶν ἱεροσυλυμάτων κατὰ τὴν πόλιν ὑπὸ τοῦ Λυσιμάχου μετὰ τῆς Μενελάου γνώμης καὶ διαδοθείσης ἔξω τῆς φήμης, ἐπισυνήχθη τὸ πλῆθος ἐπὶ τὸν Λυσίμαχον, χρυσωμάτων ἤδη πολλῶν διενηνεγμένων. 40 ἐπεγειρομένων δὲ τῶν ὄχλων καὶ ταῖς ὀργαῖς διεμπιπλαμένων, καθοπλίσας ὁ Λυσίμαχος πρὸς τρισχιλίους, κατήρξατο χειρῶν ἀδίκων, προηγησαμένου τινὸς τυράννου προβεβηκότος τὴν ἡλικίαν, οὐδὲν δὲ ἧττον καὶ τὴν ἄνοιαν. 41 συνιδόντες δὲ καὶ τὴν ἐπίθεσιν τοῦ Λυσιμάχου, συναρπάσαντες οἱ μὲν πέτρους, οἱ δὲ ξύλων πάχη, τινὲς δὲ ἐκ τῆς παρακειμένης σποδοῦ δρασσόμενοι, φύρδην ἐνετίνασσον εἰς τοὺς περὶ τὸν Λυσίμαχον· 42 δι᾿ ἣν αἰτίαν πολλοὺς μὲν αὐτῶν τραυματίας ἐποίησαν, τινὰς δὲ καὶ κατέβαλον, πάντας δὲ εἰς φυγὴν συνήλασαν, αὐτὸν δὲ τὸν ἱερόσυλον παρὰ τὸ γαζοφυλάκιον ἐχειρώσαντο. 43 περὶ δὲ τούτων ἐνέστη κρίσις πρὸς τὸν Μενέλαον. 44 καταντήσαντος δὲ τοῦ βασιλέως εἰς Τύρον, ἐπ᾿ αὐτοῦ τὴν δικαιολογίαν ἐποιήσαντο οἱ πεμφθέντες ἄνδρες τρεῖς ὑπὸ τῆς γερουσίας. 45 ἤδη δὲ λελειμμένος ὁ Μενέλαος ἐπηγγείλατο χρήματα ἱκανὰ τῷ Πτολεμαίῳ τῷ Δορυμένους πρὸς τὸ πεῖσαι τὸν βασιλέα. 46 ὅθεν ἀπολαβὼν ὁ Πτολεμαῖος εἴς τι περίστυλον ὡς ἀναψύξοντα τὸν βασιλέα μετέθηκε, 47 καὶ τὸν μὲν τῆς ὅλης κακίας Μενέλαον ἀπέλυσε τῶν κατηγορημάτων, τοῖς δὲ ταλαιπώροις, οἵτινες, εἰ καὶ ἐπὶ Σκυθῶν ἔλεγον, ἀπελύθησαν ἂν ἀκατάγνωστοι, τούτοις θάνατον ἐπέκρινε. 48 ταχέως οὖν τὴν ἄδικον ζημίαν ὑπέσχον οἱ ὑπὲρ πόλεως καὶ δήμων καὶ τῶν ἱερῶν σκευῶν προαγορεύσαντες. 49 δι᾿ ἣν αἰτίαν καὶ Τύριοι μισοπονηρήσαντες τὰ πρὸς τὴν κηδείαν αὐτῶν μεγαλοπρεπῶς ἐχορήγησαν. 50 ὁ δὲ Μενέλαος διὰ τὰς τῶν κρατούντων πλεονεξίας ἔμενεν ἐπὶ τῆς ἀρχῆς ἐπιφυόμενος τῇ κακίᾳ, μέγας τῶν πολιτῶν ἐπίβουλος καθεστώς.
Κεφάλαιο 5
Περὶ δὲ τὸν καιρὸν τοῦτον τὴν δευτέραν ἔφοδον ὁ ᾿Αντίοχος εἰς Αἴγυπτον ἐστείλατο. 2 συνέβη δὲ καθ᾿ ὅλην τὴν πόλιν σχεδὸν ἐφ᾿ ἡμέρας τεσσαράκοντα φαίνεσθαι διὰ τοῦ ἀέρος τρέχοντας ἱππεῖς διαχρύσους στολὰς ἔχοντας καὶ λόγχας σπειρηδὸν ἐξωπλισμένους 3 καὶ ἴλας ἵππων διατεταγμένας καὶ προσβολὰς γινομένας καὶ καταδρομὰς ἑκατέρων καὶ ἀσπίδων κινήσεις καὶ καμάκων πλήθη καὶ μαχαιρῶν σπασμοὺς καὶ βελῶν βολὰς καὶ χρυσῶν κόσμων ἐκλάμψεις καὶ παντοίους θωρακισμούς. 4 διὸ πάντες ἠξίουν ἐπ᾿ ἀγαθῷ τὴν ἐπιφάνειαν γενέσθαι. 5 γενομένης δὲ λαλιᾶς ψευδοῦς ὡς μετηλλαχότος τὸν βίον ᾿Αντιόχου παραλαβὼν ὁ ᾿Ιάσων οὐκ ἐλάττους τῶν χιλίων, αἰφνιδίως ἐπὶ τὴν πόλιν συνετελέσατο ἐπίθεσιν· τῶν δὲ ἐπὶ τῷ τείχει συνελασθέντων καὶ τέλος ἤδη καταλαμβανομένης τῆς πόλεως, ὁ Μενέλαος εἰς τὴν ἀκρόπολιν ἐφυγάδευσεν. 6 ὁ δὲ ᾿Ιάσων ἐποιεῖτο σφαγὰς τῶν πολιτῶν τῶν ἰδίων ἀφειδῶς, οὐ συννοῶν τὴν εἰς τοὺς συγγενεῖς εὐημερίαν δυσημερίαν εἶναι τὴν μεγίστην· δοκῶν δὲ πολεμίων καὶ οὐχ ὁμοεθνῶν τρόπαια καταβάλλεσθαι, 7 τῆς μὲν ἀρχῆς οὐκ ἐκράτησε, τὸ δὲ τέλος τῆς ἐπιβουλῆς αἰσχύνην λαβών, φυγὰς πάλιν εἰς τὴν ᾿Αμμανῖτιν ἀπῆλθε. 8 πέρας οὖν κακῆς ἀναστροφῆς ἔτυχεν ἐγκλεισθεὶς πρὸς ᾿Αρέταν τὸν τῶν ᾿Αράβων τύρρανον, πόλιν ἐκ πόλεως φεύγων, διωκόμενος ὑπὸ πάντων καὶ στυγούμενος ὡς τῶν νόμων ἀποστάτης καὶ βδελυσσόμενος ὡς πατρίδος καὶ πολιτῶν δήμιος, εἰς Αἴγυπτον ἐξεβράσθη. 9 καὶ ὁ συχνοὺς τῆς πατρίδος ἀποξενώσας ἐπὶ ξένης ἀπώλετο πρὸς Λακεδαιμονίους ἀναχθεὶς ὡς διὰ τὴν συγγένειαν τευξόμενος σκέπης. 10 καὶ ὁ πλῆθος ἀτάφων ἐκρίψας ἀπένθητος ἐγενήθη καὶ κηδείας οὐδ᾿ ἡστινοσοῦν οὔτε πατρῴου τάφου μετέσχε.
11 Προσπεσόντων δὲ τῷ βασιλεῖ περὶ τῶν γεγονότων διέλαβεν ἀποστατεῖν τὴν ᾿Ιουδαίαν. ὅθεν ἀναζεύξας ἐξ Αἰγύπτου τεθηριωμένος τῇ ψυχῇ, ἔλαβε τὴν μὲν πόλιν δορυάλωτον, 12 καὶ ἐκέλευσε τοῖς στρατιώταις κόπτειν ἀφειδῶς τοὺς ἐμπίπτοντας καὶ τοὺς εἰς τὰς οἰκίας ἀναβαίνοντας κατασφάζειν. 13 ἐγίνοντο δὲ νέων καὶ πρεσβυτέρων ἀναιρέσεις, ἀνδρῶν τε καὶ γυναικῶν καὶ τέκνων ἀφανισμός, παρθένων τε καὶ νηπίων σφαγαί. 14 ὀκτὼ δὲ μυριάδες ἐν ταῖς πάσαις ἡμέραις τρισὶ κατεφθάρησαν· τέσσαρες μὲν ἐκ χειρῶν νομαῖς, οὐχ ἧττον δὲ τῶν ἐσφαγμένων ἐπράθησαν. 15 καὶ οὐκ ἀρκεσθεὶς δὲ τούτοις κατετόλμησεν εἰς τὸ πάσης τῆς γῆς ἁγιώτατον ἱερὸν εἰσελθεῖν, ὁδηγὸν ἔχων τὸν Μενέλαον, τὸν καὶ τῶν νόμων καὶ τῆς πατρίδος προδότην γεγονότα 16 καὶ ταῖς μιαραῖς χερσὶ τὰ ἱερὰ σκεύη λαμβάνων καὶ τὰ ὑπ᾿ ἄλλων βασιλέων ἀνατεθέντα πρὸς αὔξησιν καὶ δόξαν τοῦ τόπου καὶ τιμὴν ταῖς βεβήλοις χερσὶ συσσύρων ἐπεδίδου. 17 καὶ ἐμετεωρίζετο τὴν διάνοιαν ὁ ᾿Αντίοχος, οὐ συνορῶν ὅτι διὰ τὰς ἁμαρτίας τῶν τὴν πόλιν οἰκούντων ἀπώργισται βραχέως ὁ Δεσπότης, διὸ γέγονε περὶ τὸν τόπον παρόρασις. 18 εἰ δὲ μὴ συνέβαινε προσενέχεσθαι πολλοῖς ἁμαρτήμασι, καθάπερ ὁ ῾Ηλιόδωρος ὁ πεμφθεὶς ὑπὸ Σελεύκου τοῦ βασιλέως ἐπὶ τὴν ἐπίσκεψιν τοῦ γαζοφυλακίου, οὗτος προαχθεὶς παραχρῆμα μαστιγωθεὶς ἀνετράπη τοῦ θράσους.19 ἀλλ᾿ οὐ διὰ τὸν τόπον τὸ ἔθνος, ἀλλὰ διὰ τὸ ἔθνος τὸν τόπον ὁ Κύριος ἐξελέξατο. 20 διόπερ καὶ αὐτὸς ὁ τόπος συμμετασχὼν τῶν τοῦ ἔθνους δυσπετημάτων γενομένων, ὕστερον εὐεργετημάτων ὑπὸ τοῦ Κυρίου ἐκοινώνησε, καὶ ὁ καταληφθεὶς ἐν τῇ τοῦ Παντοκράτορος ὀργῇ πάλιν ἐν τῇ τοῦ μεγάλου Δεσπότου καταλλαγῇ μετὰ πάσης δόξης ἐπανωρθώθη. 21 ὁ γοῦν ᾿Αντίοχος ὀκτακόσια πρὸς τοῖς χιλίοις ἀπενεγκάμενος ἐκ τοῦ ἱεροῦ τάλαντα θᾶττον εἰς ᾿Αντιόχειαν ἐχωρίσθη, οἰόμενος ἀπὸ τῆς ὑπερηφανίας τὴν μὲν γῆν πλωτὴν καὶ τὸ πέλαγος πορευτὸν θέσθαι διὰ τὸν μετεωρισμὸν τῆς καρδίας. 22 κατέλιπε δὲ καὶ ἐπιστάτας τοῦ κακοῦν τὸ γένος, ἐν μὲν ῾Ιεροσολύμοις Φίλιππον τὸ μὲν γένος Φρύγα, τὸν δὲ τρόπον βαρβαρώτερον ἔχοντα τοῦ καταστήσαντος, 23 ἐν δὲ Γαριζὶν ᾿Ανδρόνικον, πρὸς δὲ τούτοις Μενέλαον, ὃς χείριστα τῶν ἄλλων ὑπερῄρετο τοῖς πολίταις, ἀπεχθῆ δὲ πρὸς τοὺς πολίτας ᾿Ιουδαίους ἔχων διάθεσιν. 24 ἔπεμψε δὲ τὸν μυσάρχην ᾿Απολλώνιον μετὰ στρατεύματος δισμυρίων πρὸς τοῖς δισχιλίοις, προστάξας τοὺς ἐν ἡλικίᾳ πάντας κατασφάξαι, τὰς δὲ γυναῖκας καὶ νεωτέρους πωλεῖν. 25 οὗτος δὲ παραγενόμενος εἰς ῾Ιεροσόλυμα καὶ τὸν εἰρηνικὸν ὑποκριθείς, ἐπέσχεν ἕως τῆς ἁγίας ἡμέρας τοῦ σαββάτου καὶ λαβὼν ἀργοῦντας τοὺς ᾿Ιουδαίους τοῖς ὑφ᾿ ἑαυτὸν ἐξοπλησίαν παρήγγειλε 26 καὶ τοὺς ἐξελθόντας πάντας ἐπὶ τὴν θεωρίαν συνεξεκέντησε καὶ εἰς τὴν πόλιν σὺν τοῖς ὅπλοις εἰσδραμὼν ἱκανὰ κατέστρωσε πλήθη.
27 ᾿Ιούδας δὲ ὁ Μακκαβαῖος δέκατός που γενηθεὶς καὶ ἀναχωρήσας εἰς τὴν ἔρημον, θηρίων τρόπον ἐν τοῖς ὄρεσι διέζη σὺν τοῖς μετ᾿ αὐτοῦ, καὶ τὴν χορτώδη τροφὴν σιτούμενοι διετέλουν πρὸς τὸ μὴ μετασχεῖν τοῦ μολυσμοῦ.
Κεφάλαιο 6
ΜΕΤ᾿ οὐ πολὺν δὲ χρόνον ἐξαπέστειλεν ὁ βασιλεὺς γέροντα ᾿Αθηναῖον ἀναγκάζειν τοὺς ᾿Ιουδαίους μεταβαίνειν ἐκ τῶν πατρώων νόμων καὶ τοῖς τοῦ Θεοῦ νόμοις μὴ πολιτεύεσθαι, 2 μολῦναι δὲ καὶ τὸν ἐν ῾Ιεροσολύμοις νεὼν καὶ προσονομάσαι Διὸς ᾿Ολυμπίου καὶ τὸν ἐν Γαριζίν, καθὼς ἐτύγχανον οἱ τὸν τόπον οἰκοῦντες, Διὸς Ξενίου. 3 χαλεπὴ δὲ καὶ τοῖς ὅλοις ἦν καὶ δυσχερὴς ἡ ἐπίτασις τῆς κακίας. 4 τὸ μὲν γὰρ ἱερὸν ἀσωτίας καὶ κώμων ἐπεπλήρωτο ὑπὸ τῶν ἐθνῶν ραθυμούντων μεθ᾿ ἑταιρῶν καὶ ἐν τοῖς ἱεροῖς περιβόλοις γυναιξὶ πλησιαζόντων, ἔτι δὲ τὰ μὴ καθήκοντα ἔνδον φερόντων. 5 τὸ δὲ θυσιαστήριον τοῖς ἀποδιεσταλμένοις ἀπὸ τῶν νόμων ἀθεμίτοις ἐπεπλήρωτο. 6 ἦν δ᾿ οὔτε σαββατίζειν οὔτε πατρῴους ἑορτὰς διαφυλάττειν οὔτε ἁπλῶς ᾿Ιουδαῖον ὁμολογεῖν εἶναι. 7 ἤγοντο δὲ μετὰ πικρᾶς ἀνάγκης εἰς τὴν κατὰ μῆνα τοῦ βασιλέως γενέθλιον ἡμέραν ἐπὶ σπλαγχνισμόν· γενομένης δὲ Διονυσίων ἑορτῆς ἠναγκάζοντο οἱ ᾿Ιουδαῖοι κισσοὺς ἔχοντες πομπεύειν τῷ Διονύσῳ. 8 ψήφισμα δὲ ἐξέπεσεν εἰς τὰς ἀστυγείτονας πόλεις ῾Ελληνίδας Πτολεμαίου ὑποτιθεμένου τὴν αὐτὴν ἀγωγὴν κατὰ τῶν ᾿Ιουδαίων ἄγειν καὶ σπλαγνίζειν, 9 τοὺς δὲ μὴ προαιρουμένους μεταβαίνειν ἐπὶ τὰ ῾Ελληνικὰ κατασφάζειν. παρῆν οὖν ὁρᾶν τὴν ἐνεστῶσαν ταλαιπωρίαν. 10 δύο γὰρ γυναῖκες ἀνηνέχθησαν περιτετμηκυῖαι τὰ τέκνα αὐτῶν· τούτων δὲ ἐκ τῶν μαστῶν κρεμάσαντες τὰ βρέφη καὶ δημοσίᾳ περιαγαγόντες αὐτὰς τὴν πόλιν κατὰ τοῦ τείχους ἐκρήμνισαν. 11 ἕτεροι δὲ πλησίον συνδραμόντες εἰς τὰ σπήλαια λεληθότως ἄγειν τὴν ἑβδομάδα, μηνυθέντες τῷ Φιλίππῳ συνεφλογίσθησαν διὰ τὸ εὐλαβῶς ἔχειν βοηθῆσαι ἑαυτοῖς κατὰ τὴν δόξαν τῆς σεμνοτάτης ἡμέρας.
12 Παρακαλῶ οὖν τοὺς ἐντυγχάνοντας τῇδε τῇ βίβλῳ, μὴ συστέλλεσθαι διὰ τὰς συμφοράς, λογίζεσθαι δὲ τὰς τιμωρίας μὴ πρὸς ὄλεθρον, ἀλλὰ πρὸς παιδείαν τοῦ γένους ἡμῶν εἶναι· 13 καὶ γὰρ τὸ μὴ πολὺν χρόνον ἐᾶσθαι τοὺς δυσσεβοῦντας, ἀλλ᾿ εὐθέως περιπίπτειν ἐπιτιμίοις, μεγάλης εὐεργεσίας σημεῖόν ἐστιν. 14 οὐ γὰρ καθάπερ καὶ ἐπὶ τῶν ἄλλων ἐθνῶν ἀναμένει μακροθυμῶν ὁ δεσπότης μέχρι τοῦ καταντήσαντας αὐτοὺς πρὸς ἐκπλήρωσιν ἁμαρτιῶν κολάσαι, οὕτω καὶ ἐφ᾿ ἡμῶν ἔκρινεν εἶναι, 15 ἵνα μὴ πρὸς τέλος ἀφικομένων ἡμῶν τῶν ἁμαρτιῶν ὕστερον ἡμᾶς ἐκδικᾷ. 16 διόπερ οὐδέποτε μὲν τὸν ἔλεον αὐτοῦ ἀφ᾿ ἡμῶν ἀφίστησι, παιδεύων δὲ μετὰ συμφορᾶς οὐκ ἐγκαταλείπει τὸν ἑαυτοῦ λαόν. 17 πλὴν ἕως ὑπομνήσεως ταῦθ᾿ ἡμῖν εἰρήσθω· δι᾿ ὀλίγων δ᾿ ἐλευστέον ἐπὶ τὴν διήγησιν.
18 ᾿Ελεάζαρός τις τῶν πρωτευόντων γραμματέων, ἀνὴρ ἤδη προβεβηκὼς τὴν ἡλικίαν καὶ τὴν πρόσοψιν τοῦ προσώπου κάλλιστος τυγχάνων, ἀναχανὼν ἠναγκάζετο φαγεῖν ὕειον κρέας. 19 ὁ δὲ τὸν μετ᾿ εὐκλείας θάνατον μᾶλλον ἢ τὸν μετὰ μύσους βίον ἀναδεξάμενος, αὐθαιρέτως ἐπὶ τὸ τύμπανον προσῆγε, προπτύσας δὲ 20 καθ᾿ ὃν ἔδει τρόπον προσέρχεσθαι τοὺς ὑπομένοντας ἀμύνεσθαι, ὧν οὐ θέμις γεύσασθαι διὰ τὴν πρὸς τὸν ζῆν φιλοστοργίαν. 21 οἱ δὲ πρὸς τῷ παρανόμῳ σπλαγνισμῷ τεταγμένοι διὰ τὴν ἐκ τῶν παλαιῶν χρόνων πρὸς τὸν ἄνδρα γνῶσιν ἀπολαβόντες αὐτὸν κατ᾿ ἰδίαν παρεκάλουν ἐνέγκατα κρέα, οἷς καθῆκον αὐτῷ χρήσασθαι, δι᾿ αὐτοῦ παρασκευασθέντα, ὑποκριθῆναι δὲ ὡς ἐσθίοντα τὰ ὑπὸ τοῦ βασιλέως προστεταγμένα τῶν ἀπὸ τῆς θυσίας κρεῶν, 22 ἵνα τοῦτο πράξας ἀπολυθῇ τοῦ θανάτου καὶ διὰ τὴν ἀρχαίαν πρὸς αὐτοὺς φιλίαν τύχῃ φιλανθρωπίας. 23 ὁ δὲ λογισμὸν ἀστεῖον ἀναλαβὼν καὶ ἄξιον τῆς ἡλικίας καὶ τῆς τοῦ γήρως ὑπεροχῆς καὶ τῆς ἐπικτήτου καὶ ἐπιφανοῦς πολιᾶς καὶ τῆς ἐκ παιδὸς καλλίστης ἀναστροφῆς, μᾶλλον δὲ τῆς ἁγίας καὶ θεοκτίστου νομοθεσίας ἀκολούθως ἀπεφῄνατο, ταχέως λέγων προπέμπειν εἰς τὸν ᾅδην. 24 οὐ γὰρ τῆς ἡμετέρας ἡλικίας ἄξιόν ἐστιν ὑποκριθῆναι, ἵνα πολλοὶ τῶν νέων ὑπολαβόντες ᾿Ελεάζαρον τὸν ἐνενηκονταετῆ μεταβεβηκέναι εἰς ἀλλοφυλισμὸν 25 καὶ αὐτοὶ διὰ τὴν ἐμὴν ὑπόκρισιν καὶ διὰ τὸν μικρὸν καὶ ἀκαριαῖον ζῆν πλανηθῶσι δι᾿ ἐμέ, καὶ μύσος καὶ κηλῖδα τοῦ γήρως κατακτήσομαι. 26 εἰ γὰρ καὶ ἐπὶ τοῦ παρόντος ἐξελοῦμαι τὴν ἐξ ἀνθρώπων τιμωρίαν, ἀλλὰ τὰς τοῦ Παντοκράτορος χεῖρας οὔτε ζῶν οὔτε ἀποθανὼν ἐκφεύξομαι. 27 διόπερ ἀνδρείως μὲν νῦν διαλλάξας τὸν βίον τοῦ μὲν γήρως ἄξιος φανήσομαι, 28 τοῖς δὲ νέοις ὑπόδειγμα γενναῖον καταλελοιπὼς εἰς τὸ προθύμως καὶ γενναίως ὑπὲρ τῶν σεμνῶν καὶ ἁγίων νόμων ἀπευθανατίζειν. τοσαῦτα δὲ εἰπὼν ἐπὶ τὸ τύμπανον εὐθέως ἦλθε. 29 τῶν δὲ ἀγόντων τὴν μικρῷ πρότερον εὐμένειαν πρὸς αὐτὸν εἰς δυσμένειαν μεταβαλόντων διὰ τὸ τοὺς προειρημένους λόγους, ὡς αὐτοὶ διελάμβανον, ἀπόνοιαν εἶναι, 30 μέλλων δὲ ταῖς πληγαῖς τελευτᾶν, ἀναστενάξας εἶπε· τῷ Κυρίῳ τῷ τὴν ἁγίαν γνῶσιν ἔχοντι φανερόν ἐστιν ὅτι δυνάμενος ἀπολυθῆναι τοῦ θανάτου, σκληρὰς ὑποφέρω κατὰ τὸ σῶμα ἀλγηδόνας μαστιγούμενος, κατὰ ψυχὴν δὲ ἡδέως διὰ τὸν αὐτοῦ φόβον ταῦτα πάσχω. 31 καὶ οὗτος οὖν τοῦτον τὸν τρόπον μετήλλαξεν, οὐ μόνον τοῖς νέοις, ἀλλὰ καὶ τοῖς πλείστοις τοῦ ἔθνους τὸν ἑαυτοῦ θάνατον ὑπόδειγμα γεναιότητος καὶ μνημόσυνον ἀρετῆς καταλιπών.
Κεφάλαιο 7
ΣΥΝΕΒΗ δὲ καὶ ἑπτὰ ἀδελφοὺς μετὰ τῆς μητρὸς συλληφθέντας ἀναγκάζεσθαι ὑπὸ τοῦ βασιλέως ἀπὸ τῶν ἀθεμίτων ὑείων κρεῶν ἐφάπτεσθαι μάστιξι καὶ νευραῖς αἰκιζομένους. 2 εἶς δὲ αὐτῶν γενόμενος προήγορος οὕτως ἔφη· τί μέλλεις ἐρωτᾶν καὶ μανθάνειν παρ᾿ ἡμῶν; ἕτοιμοι γὰρ ἀποθνῄσκειν ἐσμὲν ἢ παραβαίνειν τοὺς πατρίους νόμους. 3 ἔκθυμος δὲ γενόμενος ὁ βασιλεὺς προσέταξε τήγανα καὶ λέβητας ἐκπυροῦν. 4 τῶν δὲ παραχρῆμα ἐκπυρωθέντων, παραχρῆμα τὸν γενόμενον αὐτῶν προήγορον προσέταξε γλωσσοτομεῖν καὶ περισκυθίσαντες ἀκρωτηριάζειν, τῶν λοιπῶν ἀδελφῶν καὶ τῆς μητρὸς συνορώντων. 5 ἄχρηστον δὲ αὐτὸν τοῖς ὅλοις γενόμενον ἐκέλευσε τῇ πυρᾷ προσάγειν ἔμπνουν καὶ τηγανίζειν. τῆς δὲ ἀτμίδος ἐφ᾿ ἱκανὸν διαδιδούσης τοῦ τηγάνου, ἀλλήλους παρεκάλουν σὺν τῇ μητρὶ γενναίως τελευτᾶν λέγοντες οὕτως· 6 ὁ Κύριος ὁ Θεὸς ἐφορᾷ καὶ ταῖς ἀληθείαις ἐφ’ ἡμῖν παρακαλεῖται, καθάπερ διὰ τῆς κατὰ πρόσωπον ἀντιμαρτυρούσης ᾠδῆς διεσάφησε Μωυσῆς λέγων· καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται. 7 μεταλλάξαντος δὲ τοῦ πρώτου τὸν τρόπον τοῦτον, τὸν δεύτερον ἦγον ἐπὶ τὸν ἐμπαιγμὸν καὶ τὸ τῆς κεφαλῆς δέρμα σὺν ταῖς θριξὶ περισύραντες ἐπηρώτων· εἰ φάγεσαι πρὸ τοῦ τιμωρηθῆναι τὸ σῶμα κατὰ μέλος; 8 ὁ δὲ ἀποκριθεὶς τῇ πατρίῳ φωνῇ εἶπεν· οὐχί· διόπερ καὶ οὗτος τὴν ἑξῆς ἔλαβε βάσανον ὡς ὁ πρῶτος. 9 ἐν ἐσχάτῃ δὲ πνοῇ γενόμενος εἶπε· σὺ μὲν ἀλάστωρ ἐκ τοῦ παρόντος ἡμᾶς ζῆν ἀπολύεις, ὁ δὲ τοῦ κόσμου βασιλεὺς ἀποθανόντας ἡμᾶς ὑπὲρ τῶν αὐτοῦ νόμων εἰς αἰώνιον ἀναβίωσιν ζωῆς ἡμᾶς ἀναστήσει. 10 μετὰ δὲ τοῦτον ὁ τρίτος ἐνεπαίζετο καὶ τὴν γλῶσσαν αἰτηθεὶς ταχέως προέβαλε καὶ τὰς χεῖρας εὐθαρσῶς προέτεινε 11 καὶ γενναίως εἶπεν· ἐξ οὐρανοῦ ταῦτα κέκτημαι καὶ διὰ τοὺς αὐτοῦ νόμους ὑπερορῶ ταῦτα καὶ παρ᾿ αὐτοῦ ταῦτα πάλιν ἐλπίζω κομίσασθαι· 12 ὥστε αὐτὸν τὸν βασιλέα καὶ τοὺς σὺν αὐτῷ ἐκπλήσσεσθαι τὴν τοῦ νεανίσκου ψυχήν, ὡς ἐν οὐδενὶ τὰς ἀλγηδόνας ἐτίθετο. 13 καὶ τούτου δὲ μεταλλάξαντος, τὸν τέταρτον ὡσαύτως ἐβασάνιζον αἰκιζόμενοι. 14 καὶ γενόμενος πρὸς τὸ τελευτᾶν οὕτως ἔφη· αἱρετὸν μεταλλάσσοντα ὑπ᾿ ἀνθρώπων τὰς ὑπὸ τοῦ Θεοῦ προσδοκᾶν ἐλπίδας πάλιν ἀναστήσεσθαι ὑπ᾿ αὐτοῦ· σοὶ μὲν γὰρ ἀνάστασις εἰς ζωὴν οὐκ ἔσται. 15 ἐχομένως δὲ τὸν πέμπτον προσάγοντες ᾐκίζοντο. 16 ὁ δὲ πρὸς αὐτὸν ἰδὼν εἶπεν· ἐξουσίαν ἐν ἀνθρώποις ἔχων φθαρτὸς ὤν, ὃ θέλεις ποιεῖς· μὴ δόκει δὲ τὸ γένος ἡμῶν ὑπὸ τοῦ Θεοῦ καταλελεῖφθαι. 17 σὺ δὲ καρτέρει καὶ θεώρει τὸ μεγαλεῖον αὐτοῦ κράτος, ὡς σὲ καὶ τὸ σπέρμα σου βασανίσει. 18 μετὰ δὲ τοῦτον ἦγον τὸν ἕκτον, καὶ μέλλων ἀποθνήσκειν ἔφη· μὴ πλανῶ μάτην, ἡμεῖς γὰρ δι᾿ ἑαυτοὺς ταῦτα πάσχομεν ἁμαρτάνοντες εἰς τὸν ἑαυτῶν Θεόν, διὸ ἄξια θαυμασμοῦ γέγονε. 19 σὺ δὲ μὴ νομίσῃς ἀθῷος ἔσεσθαι θεομαχεῖν ἐπιχειρήσας. 20 ὑπεραγόντως δὲ ἡ μήτηρ θαυμαστὴ καὶ μνήμης ἀγαθῆς ἀξία, ἥτις ἀπολλυμένους υἱοὺς ἑπτὰ συνορῶσα μιᾶς ὑπὸ καιρὸν ἡμέρας εὐψύχως ἔφερε διὰ τὰς ἐπὶ Κύριον ἐλπίδας. 21 ἕκαστον δὲ αὐτῶν παρεκάλει τῇ πατρίῳ φωνῇ γενναίῳ πεπληρωμένη φρονήματι καὶ τὸν θῆλυν λογισμὸν ἄρσενι θυμῷ διεγείρασα, λέγουσα πρὸς αὐτούς· 22 οὐκ οἶδ᾿ ὅπως εἰς τὴν ἐμὴν ἐφάνητε κοιλίαν, οὐδὲ ἐγὼ τὸ πνεῦμα καὶ τὴν ζωὴν ὑμῖν ἐχαρισάμην, καὶ τὴν ἑκάστου στοιχείωσιν οὐκ ἐγὼ διερρύθμισα. 23 τοιγαροῦν ὁ τοῦ κόσμου κτίστης, ὁ πλάσας ἀνθρώπου γένεσιν καὶ πάντων ἐξευρὼν γένεσιν καὶ τὸ πνεῦμα καὶ τὴν ζωὴν ὑμῖν πάλιν ἀποδώσει μετ᾿ ἐλέους, ὡς νῦν ὑπερορᾶται ἑαυτοὺς διὰ τοὺς αὐτοῦ νόμους. 24 ὁ δὲ ᾿Αντίοχος οἰόμενος καταφρονεῖσθαι καὶ τὴν ὀνειδίζουσαν ὑφορώμενος φωνήν, ἔτι τοῦ νεωτέρου περιόντος, οὐ μόνον διὰ λόγων ἐποιεῖτο τὴν παράκλησιν, ἀλλὰ καὶ δι᾿ ὅρκων ἐπίστου ἅμα πλουτιεῖν καὶ μακαριστὸν ποιήσειν μεταθέμενον ἀπὸ τῶν πατρίων νόμων καὶ φίλον ἕξειν καὶ χρείας ἐμπιστεύσειν. 25 τοῦ δὲ νεανίου μηδαμῶς προσέρχοντος, προσκαλεσάμενος ὁ βασιλεὺς τὴν μητέρα παρῄνει τοῦ μειρακίου γενέσθαι σύμβουλον ἐπὶ σωτηρίᾳ. 26 πολλὰ δὲ αὐτοῦ παραινέσαντος ἐπεδέξατο πείσειν τὸν υἱόν. 27 προσκύψασα δὲ αὐτῷ, χλευάσασα τὸν ὠμὸν τύραννον οὕτως ἔφησε τῇ πατρῴᾳ φωνῇ· υἱέ, ἐλέησόν με τὴν ἐν γαστρὶ περιενέγκασάν σε μῆνας ἐννέα καὶ θηλάσασάν σε ἔτη τρία καὶ ἐκθρέψασάν σε καὶ ἀγαγοῦσαν εἰς τὴν ἡλικίαν ταύτην καὶ τροφοφορήσασαν. 28 ἀξιῶσε, τέκνον, ἀναβλέψαντα εἰς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτοῖς πάντα ἰδόντα, γνῶναι ὅτι ἐξ οὐκ ὄντων ἐποίησεν αὐτὰ ὁ Θεὸς καὶ τὸ τῶν ἀνθρώπων γένος οὕτως γεγένηται. 29 μὴ φοβηθῇς τὸν δήμιον τοῦτον, ἀλλὰ τῶν ἀδελφῶν ἄξιος γενόμενος, ἐπίδεξαι τὸν θάνατον, ἵνα ἐν τῷ ἐλέει σὺν τοῖς ἀδελφοῖς σου κομίσωμαί σε. 30 ἔτι δὲ ταύτης καταλεγούσης ὁ νεανίας εἶπε· τίνα μένετε; οὐχ ὑπακούω τοῦ προστάγματος τοῦ βασιλέως, τοῦ δὲ προστάγματος ἀκούω τοῦ νόμου τοῦ δοθέντος τοῖς πατράσιν ἡμῶν διὰ Μωυσέως. 31 σὺ δὲ πάσης κακίας εὑρετὴς γενόμενος εἰς τοὺς ῾Εβραίους, οὐ μὴ διαφύγῃς τὰς χεῖρας τοῦ Θεοῦ. 32 ἡμεῖς γὰρ διὰ τὰς ἑαυτῶν ἁμαρτίας πάσχομεν. 33 εἰ δὲ χάριν ἐπιπλήξεως καὶ παιδείας ὁ ζῶν Κύριος ἡμῶν βραχέως ἐπώργισται, καὶ πάλιν καταλλαγήσεται τοῖς ἑαυτοῦ δούλοις. 34 σὺ δέ, ὦ ἀνόσιε καὶ πάντων ἀνθρώπων μιαρώτατε, μὴ μάτην μετεωρίζου φρυαττόμενος ἀδήλοις ἐλπίσιν, ἐπὶ τοὺς δούλους αὐτοῦ ἐπαιρόμενος χεῖρα· 35 οὕπω γὰρ τὴν τοῦ Παντοκράτορος ἐπόπτου Θεοῦ, κρίσιν ἐκπέφευγας. 36 οἱ μὲν γὰρ νῦν ἡμέτεροι ἀδελφοὶ βραχὺν ὑπενέγκαντες πόνον ἀεννάου ζωῆς ὑπὸ διαθήκην Θεοῦ πεπτώκασι· σὺ δὲ τῇ τοῦ Θεοῦ κρίσει δίκαια τὰ πρόστιμα τῆς ὑπερηφανίας ἀποίσῃ. 37 ἐγὼ δὲ καθάπερ οἱ ἀδελφοί μου καὶ σῶμα καὶ ψυχὴν προδίδωμι περὶ τῶν πατρίων νόμων, ἐπικαλούμενος τὸν Θεὸν ἵλεων ταχὺ τῷ ἔθνει γενέσθαι καὶ σὲ μετὰ ἐτασμῶν καὶ μαστίγων ἐξομολογήσασθαι, διότι μόνος αὐτὸς Θεός ἐστιν, 38 ἐν ἐμοὶ δὲ καὶ τοῖς ἀδελφοῖς μου στῆναι τὴν τοῦ Παντοκράτορος ὀργὴν τὴν ἐπὶ τὸ σύμπαν ἡμῶν γένος δικαίως ἐπηγμένην. 39 ἔκθυμος δὲ γενόμενος ὁ βασιλεύς, τούτῳ παρὰ τοὺς ἄλλους χειρίστως ἀπήντησε πικρῶς φέρων ἐπὶ τῷ μυκτηρισμῷ. 40 καὶ οὗτος οὖν καθαρὸς τὸν βίον μετήλλαξε παντελῶς ἐπὶ τῷ Κυρίῳ πεποιθώς. 41 ἐσχάτη δὲ τῶν υἱῶν ἡ μήτηρ ἐτελεύτησε. 42 τὰ μὲν οὖν περὶ τοὺς σπλαγνισμούς καὶ τὰς ὑπερβαλλούσας αἰκίας ἐπὶ τοσοῦτον δεδηλώσθω.
Κεφάλαιο 8
ΙΟΥΔΑΣ δὲ ὁ Μακκαβαῖος καὶ οἱ σὺν αὐτῷ παρεισπορευόμενοι λεληθότως εἰς τὰς κώμας προσεκαλοῦντο τοὺς συγγενεῖς καὶ τοὺς μεμενηκότας ἐν τῷ ᾿Ιουδαϊσμῷ προσλαβόμενοι συνήγαγον εἰς ἑξακισχιλίους. 2 καὶ ἐπεκαλοῦντο τὸν Κύριον ἐπιδεῖν ἐπὶ τὸν ὑπὸ πάντων καταπατούμενον λαόν, οἰκτεῖραι δὲ καὶ τὸν ναὸν τὸν ὑπὸ τῶν ἀσεβῶν ἀνθρώπων βεβηλωθέντα, 3 ἐλεῆσαι δὲ καὶ τὴν καταφθειρομένην πόλιν καὶ μέλλουσαν ἰσόπεδον γίνεσθαι καὶ τῶν καταβοώντων πρὸς αὐτὸν αἱμάτων εἰσακοῦσαι, 4 μνησθῆναι δὲ καὶ τῆς τῶν ἀναμαρτήτων νηπίων παρανόμου ἀπωλείας καὶ περὶ τῶν γενομένων εἰς τὸ ὄνομα αὐτοῦ βλασφημιῶν καὶ μισοπονηρῆσαι. 5 γενόμενος δὲ ἐν συστήματι ὁ Μακκαβαῖος ἀνυπόστατος ἤδη τοῖς ἔθνεσιν ἐγίνετο, τῆς ὀργῆς τοῦ Κυρίου εἰς ἔλεον τραπείσης. 6 πόλεις δὲ καὶ κώμας ἀπροσδοκήτως ἐρχόμενος ἐνεπίμπρα καὶ τοὺς ἐπικαίρους τόπους ἀπολαμβάνων οὐκ ὀλίγους τῶν πολεμίων ἐνίκα τροπούμενος 7 μάλιστα τὰς νύκτας πρὸς τὰς τοιαύτας ἐπιβουλὰς συνεργοὺς ἐλάμβανε. καὶ λαλιά τις τῆς εὐανδρίας αὐτοῦ διεχεῖτο πανταχῆ.
8 Συνορῶν δὲ ὁ Φίλιππος κατὰ μικρὸν εἰς προκοπὴν ἐρχόμενον τὸν ἄνδρα, πυκνότερον δὲ ἐν ταῖς εὐημερίαις προβαίνοντα, πρὸς Πτολεμαῖον τὸν Κοίλης Συρίας καὶ Φοινίκης στρατηγὸν ἔγραψεν ἐπιβοηθεῖν τοῖς τοῦ βασιλέως πράγμασιν. 9 ὁ δὲ ταχέως προχειρισάμενος Νικάνορα τὸν τοῦ Πατρόκλου τῶν πρώτων φίλων ἀπέστειλεν ὑποτάξας παμφύλων ἔθνη οὐκ ἐλάττους τῶν δισμυρίων τὸ σύμπαν τῶν ᾿Ιουδαίων ἐξᾶραι γένος· συνέστησε δὲ αὐτῷ καὶ Γοργίαν ἄνδρα στρατηγὸν καὶ ἐν πολεμικαῖς χρείαις πεῖραν ἔχοντα. 10 διεστήσατο δὲ ὁ Νικάνωρ τὸν φόρον τῷ βασιλεῖ τοῖς Ρωμαίοις ὄντα ταλάντων δισχιλίων ἐκ τῆς τῶν ᾿Ιουδαίων αἰχμαλωσίας ἐκπληρώσειν. 11 εὐθέως δὲ εἰς τὰς παραθαλασσίους πόλεις ἀπέστειλε προσκαλούμενος ἐπ᾿ ἀγορασμὸν ᾿Ιουδαϊκῶν σωμάτων, ὑπισχνούμενος ἐνενήκοντα σώματα ταλάντου παραχωρήσειν, οὐ προσδεχόμενος τὴν παρὰ τοῦ Παντοκράτορος μέλλουσαν παρακολουθήσειν ἐπ᾿ αὐτῷ δίκην. 12 τῷ δὲ ᾿Ιούδᾳ προσέπεσε περὶ τῆς τοῦ Νικάνορος ἐφόδου· καὶ μεταδόντος αὐτοῦ τοῖς σὺν αὐτῷ τὴν παρουσίαν τοῦ στρατοπέδου, 13 οἱ δειλανδροῦντες καὶ ἀπιστοῦντες τὴν τοῦ Θεοῦ δίκην διεδίδρασκον καὶ ἐξετόπιζον ἑαυτούς. 14 οἱ δὲ τὰ περιλελειμμένα πάντα ἐπώλουν, ὁμοῦ δὲ τὸν Κύριον ἠξίουν ρύσασθαι τοὺς ὑπὸ τοῦ δυσσεβοῦς Νικάνορος πρὶν συντυχεῖν πεπραμένους· 15 καὶ εἰ μὴ δι᾿ αὐτούς, ἀλλὰ διὰ τὰς πρὸς τοὺς πατέρας αὐτῶν διαθήκας καὶ ἕνεκεν τῆς ἐπ᾿ αὐτοὺς ἐπικλήσεως τοῦ σεμνοῦ καὶ μεγαλοπρεποῦς ὀνόματος αὐτοῦ. 16 συναγαγὼν δὲ ὁ Μακκαβαῖος τοὺς περὶ αὐτὸν ὄντας τὸν ἀριθμὸν ἐξακισχιλίους παρεκάλει μὴ καταπλαγῆναι τοὺς πολεμίους, μηδὲ εὐλαβεῖσθαι τὴν τῶν ἀδίκως παραγινομένων ἐπ᾿ αὐτοὺς ἐθνῶν πολυπληθίαν, ἀγωνίσασθαι δὲ γενναίως 17 πρὸ ὀφθαλμῶν λαβόντας τὴν ἀνόμως εἰς τὸν ἅγιον τόπον συντελεσμένην ὑπ᾿ αὐτῶν ὕβριν καὶ τὸν τῆς ἐμπεπαιγμένης πόλεως αἰκισμόν, ἔτι δὲ τὴν τῆς προγονικῆς πολιτείας κατάλυσιν. 18 οἱ μὲν γὰρ ὅπλοις πεποίθασιν ἅμα καὶ τόλμαις, ἔφησεν, ἡμεῖς δὲ ἐπὶ τῷ παντοκράτορι Θεῷ, δυναμένῳ καὶ τοὺς ἐρχομένους ἐφ᾿ ἡμᾶς καὶ τὸν ὅλον κόσμον ἐν ἑνὶ νεύματι καταβαλεῖν, πεποίθαμεν. 19 προσαναλεξάμενος δὲ αὐτοῖς καὶ τὰς ἐπὶ τῶν προγόνων γενομένας ἀντιλήψεις καὶ τὴν ἐπὶ Σενναχηρείμ, ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδες ὡς ἀπώλοντο, 20 καὶ τὴν ἐν τῇ Βαβυλωνίᾳ τὴν πρὸς αὐτοὺς Γαλάτας παράταξιν γενομένην, ὡς οἱ πάντες ἐπὶ τὴν χρείαν ἦλθον ὀκτακισχίλιοι σὺν Μακεδόσι τετρασχιλίοις, τῶν Μακεδόνων ἀπορουμένων, οἱ ὀκτακισχίλιοι τὰς δώδεκα μυριάδας ἀπώλεσαν διὰ τὴν γενομένην αὐτοῖς ἀπ᾿ οὐρανοῦ βοήθειαν καὶ ὠφέλειαν πολλὴν ἔλαβον. 21 ἐφ᾿ οἷς εὐθαρσεῖς αὐτοὺς παραστήσας καὶ ἑτοίμους ὑπὲρ τῶν νόμων καὶ τῆς πατρίδος ἀποθνήσκειν, τετραμερές τι τὸ στράτευμα ἐποίησε. 22 τάξας καὶ τοὺς ἀδελφοὺς αὐτοῦ προηγουμένους ἑκατέρας τάξεως, Σίμωνα καὶ ᾿Ιώσηφον καὶ ᾿Ιωνάθαν, ὑποτάξας ἑκάστῳ χιλίους πρὸς τοῖς πεντακοσίοις, 23 ἔτι δὲ καὶ ᾿Ελεάζαρον, παραγνοὺς τὴν ἱερὰν βίβλον καὶ δοὺς σύνθημα Θεοῦ βοηθείας τῆς πρώτης σπείρας αὐτὸς προηγούμενος, συνέβαλε τῷ Νικάνορι. 24 γενομένου δὲ αὐτοῖς τοῦ Παντοκράτορος συμμάχου, κατέσφαξαν τῶν πολεμίων ὑπὲρ τοὺς ἐνακισχιλίους, τραυματίας δὲ καὶ τοῖς μέλεσιν ἀναπήρους τὸ πλεῖστον μέρος τῆς τοῦ Νικάνορος στρατιᾶς ἐποίησαν, πάντας δὲ φυγεῖν ἠνάγκασαν. 25 τὰ δὲ χρήματα τῶν παραγεγονότων ἐπὶ τὸν ἀγορασμὸν αὐτῶν ἔλαβον· συνδιώξαντες δὲ αὐτοὺς ἐφ᾿ ἱκανὸν ἀνέλυσαν ὑπὸ τῆς ὥρας συγκλειόμενοι. 26 ἦν γὰρ ἡ πρὸ τοῦ σαββάτου, δι᾿ ἣν αἰτίαν οὐκ ἐμακροθύμησαν κατατρέχοντες αὐτούς. 27 ὁπλολογήσαντες δὲ αὐτοὺς καὶ τὰ σκῦλα ἐκδύσαντες τῶν πολεμίων περὶ τὸ σάββατον ἐγίνοντο, περισσῶς εὐλογοῦντες καὶ ἐξομολογούμενοι τῷ Κυρίῳ τῷ διασώσαντι αὐτοὺς εἰς τὴν ἡμέραν ταύτην, ἀρχὴν ἐλέους τάξαντος αὐτοῖς. 28 μετὰ δὲ τὸ σάββατον τοῖς ᾐκισμένοις καὶ ταῖς χήραις καὶ ὀρφανοῖς μερίσαντες ἀπὸ τῶν σκύλων, τὰ λοιπὰ αὐτοὶ καὶ τὰ παιδία ἐμερίσαντο. 29 ταῦτα δὲ διαπραξάμενοι καὶ κοινὴν ἱκετίαν ποιησάμενοι, τὸν ἐλεήμονα Κύριον ἠξίουν εἰς τέλος καταλλαγῆναι τοῖς αὐτοῦ δούλοις. 30 καὶ τοῖς περὶ Τιμόθεον καὶ Βακχίδην συνερίσαντες ὑπὲρ τοὺς δισμυρίους αὐτῶν ἀνεῖλον καὶ ὀχυρωμάτων ὑψηλῶν εὖ μάλα ἐγκρατεῖς ἐγένοντο καὶ λάφυρα πλεῖστα ἐμερίσαντο ἰσομοίρους ἑαυτοὺς καὶ τοῖς ᾐκισμένοις καὶ ὀρφανοῖς καὶ χήραις, ἔτι δὲ καὶ πρεσβυτέροις ποιήσαντες. 31 ὁπλολογήσαντες δὲ αὐτοὺς ἐπιμελῶς πάντα συνέθηκαν εἰς τοὺς ἐπικαίρους τόπους, τὰ δὲ λοιπὰ τῶν σκύλων ἤνεγκαν εἰς ῾Ιεροσόλυμα. 32 τὸν δὲ φυλάρχην τῶν περὶ Τιμόθεον ἀνεῖλον, ἀνοσιώτατον ἄνδρα καὶ πολλὰ τοὺς ᾿Ιουδαίους ἐπιλελυπηκότα. 33 ἐπινίκια δὲ ἄγοντες ἐν τῇ πατρίδι τοὺς ἐμπρήσαντας τοὺς ἱεροὺς πυλῶνας. Καλλισθένην καί τινας ἄλλους, ὑφῆψαν εἰς ἓν οἰκίδιον πεφευγότας, οἵτινες ἄξιον τῆς δυσσεβείας ἐκομίσαντο μισθόν. 34 ὁ δὲ τρισαλιτήριος Νικάνωρ, ὁ τοὺς χιλίους ἐμπόρους ἐπὶ τὴν πράσιν τῶν ᾿Ιουδαίων ἀγαγών, 35 ταπεινωθεὶς ὑπὸ τῶν κατ᾿ αὐτὸν νομιζομένων ἐλαχίστων εἶναι, τῇ τοῦ Κυρίου βοηθείᾳ τὴν δοξικὴν ἀποθέμενος ἐσθῆτα, διὰ τῆς μεσογείου, δραπέτου τρόπον, ἔρημον ἑαυτὸν ποιήσας, ἧκεν εἰς ᾿Αντιόχειαν ὑπεράγαν δυσημερήσας ἐπὶ τῇ τοῦ στρατοῦ διαφθορᾷ. 36 καὶ ὁ τοῖς Ρωμαίοις ἀναδεξάμενος φόρον ἀπὸ τῆς τῶν ἐν ῾Ιεροσολύμοις αἰχμαλωσίας κατορθώσασθαι, κατήγγελλεν ὑπέρμαχον ἔχειν τὸν Θεὸν τοὺς ᾿Ιουδαίους καὶ διὰ τὸν τρόπον τοῦτο ἀτρώτους εἶναι τοὺς ᾿Ιουδαίους, διὰ τὸ ἀκολουθεῖν τοῖς ὑπ᾿ αὐτοῦ προστεταγμένοις νόμοις.
Κεφάλαιο 9
ΠΕΡΙ δὲ τὸν καιρὸν ἐκεῖνον ἐτύγχανεν ᾿Αντίοχος ἀναλελυκὼς ἀκόσμως ἐκ τῶν κατὰ τὴν Περσίδα τόπων. 2 εἰσεληλύθει γὰρ εἰς τὴν λεγομένην Περσέπολιν καὶ ἐπεχείρησεν ἱεροσυλεῖν καὶ τὴν πόλιν συνέχειν. διὸ δὴ τῶν πληθῶν ὁρμησάντων ἐπὶ τὴν τῶν ὅπλων βοήθειαν ἐτράπησαν, καὶ συνέβη τροπωθέντα τὸν ᾿Αντίοχον ὑπὸ τῶν ἐγχωρίων ἀσχήμονα τὴν ἀναζυγὴν ποιήσασθαι. 3 ὄντι δὲ αὐτῷ κατ᾿ ᾿Εκβάτανα προσέπεσε τὰ κατὰ Νικάνορα καὶ τοὺς περὶ Τιμόθεον γεγονότα. 4 ἐπαρθεὶς δὲ τῷ θυμῷ ᾤετο καὶ τὴν τῶν πεφυγαδευκότων αὐτὸν κακίαν εἰς τοὺς ᾿Ιουδαίους ἐναπερείσασθαι, διὸ συνέταξε τὸν ἁρματηλάτην ἀδιαλείπτως ἐλαύνοντα κατανύειν τὴν πορείαν, τῆς ἐξ οὐρανοῦ δὴ κρίσεως συνούσης αὐτῷ· οὕτω γὰρ ὑπερηφάνως εἶπε· πολυάνδριον ᾿Ιουδαίων ῾Ιεροσόλυμα ποιήσω παραγενόμενος ἐκεῖ. 5 ὁ δὲ πανεπόπτης Κύριος ὁ Θεὸς τοῦ ᾿Ισραὴλ ἐπάταξεν αὐτὸν ἀνιάτῳ καὶ ἀοράτῳ πληγῇ· ἄρτι δὲ αὐτοῦ καταλήξαντος τὸν λόγον, ἔλαβεν αὐτὸν ἀνήκεστος τῶν σπλάγχνων ἀλγηδὼν καὶ πικραὶ τῶν ἔνδον βάσανοι, 6 πάνυ δικαίως τὸν πολλαῖς καὶ ξενιζούσαις συμφοραῖς ἑτέρων σπλάγχνα βασανίσαντα. 7 ὁ δ᾿ οὐδαμῶς τῆς ἀγερωχίας ἔληγεν· ἔτι δὲ καὶ τῆς ὑπερηφανίας ἐπεπλήρωτο, πῦρ πνέων τοῖς θυμοῖς ἐπὶ τοὺς ᾿Ιουδαίους καὶ κελεύων ἐποξύνειν τὴν πορείαν. συνέβη δὲ καὶ πεσεῖν αὐτὸν ἀπὸ τοῦ ἅρματος φερομένου ροίζῳ καὶ δυσχερεῖ πτώματι περιπεσόντα πάντα τὰ μέλη τοῦ σώματος ἀποστρεβλοῦσθαι. 8 ὁ δ᾿ ἄρτι δοκῶν τοῖς τῆς θαλάσσης κύμασιν ἐπιτάσσειν διὰ τὴν ὑπὲρ ἄνθρωπον ἀλαζονείαν καὶ πλάστιγγι τὰ τῶν ὀρέων οἰόμενος ὕψη στήσειν, κατὰ γῆν γενόμενος ἐν φορείῳ παρεκομίζετο, φανερὰν τοῦ Θεοῦ πᾶσι τὴν δύναμιν ἐνδεικνύμενος, 9 ὥστε καὶ ἐκ τοῦ σώματος τοῦ δυσσεβοῦς σκώληκας ἀναζεῖν, καὶ ζῶντος ἐν ὀδύναις καὶ ἀλγηδόσι τὰς σάρκας αὐτοῦ διαπίπτειν, ὑπὸ δὲ τῆς ὀσμῆς αὐτοῦ πᾶν τὸ στρατόπεδον βαρύνεσθαι τῇ σαπρίᾳ. 10 καὶ τὸν μικρῷ πρότερον τῶν οὐρανίων ἄστρων ἅπτεσθαι δοκοῦντα παρακομίζειν οὐδεὶς ἐδύνατο διὰ τὸ τῆς ὀσμῆς ἀφόρητον βάρος. 11 ἐνταῦθα οὖν ἤρξατο τὸ πολὺ τῆς ὑπερηφανίας λήγειν ὑποτεθραυσμένος καὶ εἰς ἐπίγνωσιν ἔρχεσθαι θείᾳ μάστιγι κατὰ στιγμὴν ἐπιτεινόμενος ταῖς ἀλγηδόσι. 12 καὶ μηδὲ τῆς ὀσμῆς αὐτοῦ δυνάμενος ἀνέχεσθαι ταῦτ᾿ ἔφη· δίκαιον ὑποτάσσεσθαι τῷ Θεῷ καὶ μὴ θνητὸν ὄντα ἰσόθεα φρονεῖν ὑπερηφάνως. 13 ηὔχετο δὲ ὁ μιαρὸς πρὸς τὸν οὐκέτι αὐτὸν ἐλεήσοντα Δεσπότην, οὕτω λέγων 14 τὴν μὲν ἁγίαν πόλιν, ἣν σπεύδων παρεγίνετο ἰσόπεδον ποιῆσαι καὶ πολυάνδριον οἰκοδομῆσαι, ἐλευθέραν ἀναδεῖξαι· 15 τοὺς δὲ ᾿Ιουδαίους, οὓς διεγνώκει μηδὲ ταφῆς ἀξιῶσαι οἰωνοβρώτους δὲ σὺν τοῖς νηπίοις ἐκρίψειν θηρίοις, πάντας αὐτοὺς ἴσους ᾿Αθηναίους ποιήσειν· 16 ὃν δὲν πρότερον ἐσκύλευσεν ἅγιον νεὼν καλλίστοις ἀναθήμασι κοσμήσειν καὶ τὰ ἱερὰ σκεύη πολυπλάσια πάντα ἀποδώσειν, τὰς δὲ ἐπιβαλλούσας πρὸς τὰς θυσίας συντάξεις ἐκ τῶν ἰδίων προσόδων χορηγήσειν· 17 πρὸς δὲ τούτοις καὶ ᾿Ιουδαῖον ἔσεσθαι καὶ πάντα τόπον οἰκητὸν ἐπελεύσεσθαι καταγγέλλοντα τὸ τοῦ Θεοῦ κράτος. 18 οὐδαμῶς δὲ ληγόντων τῶν πόνων, ἐπεληλύθει γὰρ ἐπ᾿ αὐτὸν δικαία ἡ τοῦ Θεοῦ κρίσις, τὰ κατ᾿ αὐτὸν ἀπελπίσας, ἔγραψε πρὸς τοὺς ᾿Ιουδαίους τὴν ὑπογεγραμμένην ἐπιστολήν, ἱκετηρίας τάξιν ἔχουσαν, περιέχουσαν δὲ οὕτως· 19 «Τοῖς χρηστοῖς ᾿Ιουδαίοις τοῖς πολίταις πολλὰ χαίρειν καὶ ὑγιαίνειν καὶ εὖ πράττειν βασιλεὺς καὶ στρατηγὸς ᾿Αντίοχος. 20 εἰ ἔρρωσθε καὶ τὰ τέκνα καὶ τὰ ἴδια κατὰ γνώμην ἐστὶν ὑμῖν, εὔχομαι μὲν τῷ Θεῷ τὴν μεγίστην χάριν, εἰς οὐρανὸν τὴν ἐλπίδα ἔχων, 21 κἀγὼ δὲ ἀσθενῶς διεκείμην, ὑμῶν τὴν τιμὴν καὶ τὴν εὔνοιαν ἂν ἐμνημόνευον φιλοστόργως. ἐπανάγων ἐκ τῶν περὶ τὴν Περσίδα τόπων καὶ περιπεσὼν ἀσθενείᾳ δυσχέρειαν ἐχούσῃ, ἀναγκαῖον ἡγησάμην φροντίσαι τῆς κοινῆς πάντων ἀσφαλείας. 22 οὐκ ἀπογινώσκων τὰ κατ᾿ ἐμαυτόν, ἀλλὰ ἔχων πολλὴν ἐλπίδα ἐκφεύξεσθαι τὴν ἀσθένειαν, 23 θεωρῶν δὲ ὅτι καὶ ὁ πατήρ, καθ᾿ οὓς καιροὺς εἰς τοὺς ἄνω τόπους ἐστρατοπέδευσεν, ἀνέδειξε τὸν διαδεξόμενον, 24 ὅπως ἐάν τι παράδοξον ἀποβαίνῃ ἢ καὶ προσαγγελθῇ τι δυσχερές, εἰδότες οἱ κατὰ τὴν χώραν ᾧ καταλέλειπται τὰ πράγματα, μὴ ἐπιταράσσωνται. 25 πρὸς δὲ τούτοις κατανοῶν τοὺς παρακειμένους δυνάστας καὶ γειτνιῶντας τῇ βασιλείᾳ τοῖς καιροῖς ἐπέχοντας καὶ προσδεχομένους τὸ ἀποβησόμενον, ἀναδέδειχα τὸν υἱόν μου ᾿Αντίοχον βασιλέα, ὃν πολλάκις ἀνατρέχων εἰς τὰς ἐπάνω σατραπείας τοῖς πλείστοις ὑμῶν παρακατετιθέμην καὶ συνίστων· γέγραφα δὲ πρὸς αὐτὸν τὰ ὑπογεγραμμένα. 26 παρακαλῶ οὖν ὑμᾶς καὶ ἀξιῶ, μεμνημένους τῶν εὐεργεσιῶν κοινῇ καὶ κατ᾿ ἰδίαν, ἕκαστον συντηρεῖν τὴν οὖσαν εὔνοιαν εἰς ἐμὲ καὶ τὸν υἱόν μου· 27 πέπεισμαι γὰρ αὐτὸν ἐπιεικῶς καὶ φιλανθρώπως παρακολουθοῦντα τῇ ἐμῇ προαιρέσει συμπεριενεχθήσεσθαι ὑμῖν». 28 ῾Ο μὲν οὖν ἀνδροφόνος καὶ βλάσφημος τὰ χείριστα παθών, ὡς ἑτέρους διέθηκεν, ἐπὶ ξένης ἐν τοῖς ὄρεσιν οἰκτίστῳ μόρῳ κατέστρεψε τὸν βίον. 29 παρεκομίζετο δὲ τὸ σῶμα Φίλιππος ὁ σύντροφος αὐτοῦ, ὃς καὶ διευλαβηθεὶς τὸν υἱὸν ᾿Αντιόχου, πρὸς Πτολεμαῖον τὸν Φιλομήτορα εἰς Αἴγυπτον διεκομίσθη.
Κεφάλαιο 10
ΜΑΚΚΑΒΑΙΟΣ δὲ καὶ οἱ σὺν αὐτῷ, τοῦ Κυρίου προάγοντος αὐτούς, τὸ μὲν ἱερὸν ἐκομίσαντο καὶ τὴν πόλιν, 2 τοὺς δὲ κατὰ τὴν ἀγορὰν βωμοὺς ὑπὸ τῶν ἀλλοφύλων δεδημιουργημένους, ἔτι δὲ τεμένη καθεῖλον. 3 καὶ τὸν νεὼν καθαρίσαντες ἕτερον θυσιαστήριον ἐποίησαν καὶ πυρώσαντες λίθους καὶ πῦρ ἐκ τούτων λαβόντες, ἀνήνεγκαν θυσίαν μετὰ διετῆ χρόνον καὶ θυμίαμα καὶ λύχνους καὶ τῶν ἄρτων τὴν πρόθεσιν ἐποιήσαντο. 4 ταῦτα δὲ ποιήσαντες ἠξίωσαν τὸν Κύριον πεσόντες ἐπὶ κοιλίαν μηκέτι περιπεσεῖν τοιούτοις κακοῖς, ἀλλ᾿ ἐάν ποτε καὶ ἁμάρτωσιν, ὑπ᾿ αὐτοῦ μετ᾿ ἐπιεικείας παιδεύεσθαι καὶ μὴ βλασφήμοις καὶ βαρβάροις ἔθνεσι παραδίδοσθαι. 5 ἐν ᾗ δὲ ἡμέρᾳ ὁ νεὼς ὑπὸ ἀλλοφύλων ἐβεβηλώθη, συνέβη κατὰ τὴν αὐτὴν ἡμέραν τὸν καθαρισμὸν γενέσθαι τοῦ ναοῦ, τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ μηνός, ὅς ἐστι Χασελεῦ. 6 καὶ μετ᾿ εὐφροσύνης ἦγον ἡμέρας ὀκτὼ σκηνωμάτων τρόπον, μνημονεύοντες ὡς πρὸ μικροῦ χρόνου τὴν τῶν σκηνῶν ἑορτὴν ἐν τοῖς ὄρεσι καὶ ἐν τοῖς σπηλαίοις θηρίων τρόπον ἦσαν νεμόμενοι. 7 διὸ θύρσους καὶ κλάδους ὡραίους, ἔτι δὲ φοίνικας ἔχοντες ὕμνους ἀνέφερον τῷ εὐοδώσαντι καθαρισθῆναι τὸν ἑαυτοῦ τόπον. 8 ἐδογμάτισαν δὲ μετὰ κοινοῦ προστάγματος καὶ ψηφίσματος παντὶ τῷ τῶν ᾿Ιουδαίων ἔθνει κατ᾿ ἐνιαυτὸν ἄγειν τάσδε τὰς ἡμέρας. 9 καὶ τὰ μὲν τῆς ᾿Αντιόχου τοῦ προσαγορευθέντος ᾿Επιφανοῦς τελευτῆς οὕτως εἶχε.
10 Νυνὶ δὲ τὰ κατὰ τὸν Εὐπάτορα ᾿Αντίοχον, υἱὸν δὲ τοῦ ἀσεβοῦς γενόμενον δηλώσομεν, αὐτὰ συντέμνοντες τὰ τῶν πολέμων κακά. 11 αὐτὸς γὰρ παραλαβὼν βασιλείαν ἀνέδειξεν ἐπὶ τῶν πραγμάτων Λυσίαν τινά, Κοίλης δὲ Συρίας καὶ Φοινίκης στρατηγὸν πρώταρχον. 12 Πτολεμαῖος γὰρ ὁ καλούμενος Μάκρων τὸ δίκαιον συντηρεῖν προηγούμενος εἰς τοὺς ᾿Ιουδαίους διὰ τὴν γεγονυῖαν εἰς αὐτοὺς ἀδικίαν ἐπειρᾶτο τὰ πρὸς αὐτοὺς εἰρηνικῶς διεξάγειν. 13 ὅθεν κατηγορούμενος ὑπὸ τῶν φίλων πρὸς τὸν Εὐπάτορα καὶ προδότης παρέκαστα ἀκούων διὰ τὸ τὴν Κύπρον ἐμπιστευθέντα ὑπὸ τοῦ Φιλομήτορος ἐκλιπεῖν καὶ πρὸς ᾿Αντίοχον τὸν ᾿Επιφανῆ ἀναχωρῆσαι μήτ᾿ εὐγενῆ τὴν ἐξουσίαν ἔχων, ὑπ᾿ ἀθυμίας φαρμακεύσας ἑαυτὸν ἐξέλιπε τὸν βίον.
14 Γοργίας δὲ γενόμενος στρατηγὸς τῶν τόπων ἐξενοτρόφει καὶ παρέκαστα πρὸς τοὺς ᾿Ιουδαίους ἐπολεμοτρόφει. 15 ὁμοῦ δὲ τούτῳ καὶ οἱ ᾿Ιδουμαῖοι ἐγκρατεῖς ἐπικαίρων ὀχυρωμάτων ὄντες ἐγύμναζον τοὺς ᾿Ιουδαίους, καὶ τοὺς φυγαδευθέντας ἀπὸ ῾Ιεροσολύμων προσλαβόμενοι πολεμοτροφεῖν ἐπεχείρουν. 16 οἱ δὲ περὶ τὸν Μακκαβαῖον ποιησάμενοι λιτανείαν καὶ ἀξιώσαντες τὸν Θεὸν σύμμαχον αὐτοῖς γενέσθαι, ἐπὶ τὰ τῶν ᾿Ιδουμαίων ὀχυρώματα ὥρμησαν, 17 οἷς καὶ προσβαλόντες εὐρώστως ἐγκρατεῖς ἐγένοντο τῶν τόπων πάντας τε τοὺς ἐπὶ τῷ τείχει μαχομένους ἠμύναντο κατέσφαζόν τε τοὺς ἐμπίπτοντας, ἀνεῖλον δὲ οὐχ ἦττον τῶν δισμυρίων. 18 συμφυγόντων δὲ οὐκ ἔλαττον τῶν ἐνακισχιλίων εἰς δύο πύργους ὀχυροὺς εὖ μάλα καὶ πάντα τὰ πρὸς πολιορκίαν ἔχοντας, 19 ὁ Μακκαβαῖος εἰς ἐπείγοντας τόπους ἀπολιπὼν Σίμωνα καὶ ᾿Ιώσηφον, ἔτι δὲ καὶ Ζακχαῖον καὶ τοὺς σὺν αὐτῷ ἱκανοὺς πρὸς τὴν τούτων πολιορκίαν, αὐτὸς ἐχωρίσθη. 20 οἱ δὲ περὶ τὸν Σίμωνα φιλαργυρήσαντες ὑπό τινων τῶν ἐν τοῖς πύργοις ἐπείσθησαν ἀργυρίῳ· ἑπτάκις δὲ μυριάδας δραχμὰς λαβόντες εἴασάν τινας διαρρυῆναι. 21 προσαγγελθέντος δὲ τῷ Μακκαβαίῳ περὶ τοῦ γεγονότος, συναγαγὼν τοὺς ἡγουμένους τοῦ λαοῦ κατηγόρησεν ὡς ἀργυρίου πεπράκασι τοὺς ἀδελφούς, τοὺς πολεμίους κατ᾿ αὐτῶν ἀπολύσαντες. 22 τούτους μὲν οὖν προδότας γενομένους ἀπέκτεινε καὶ παραχρῆμα τοὺς δύο πύργους κατελάβετο. 23 τοῖς δὲ ὅπλοις τὰ πάντα ἐν ταῖς χερσὶν εὐοδούμενος ἀπώλεσεν ἐν τοῖς δυσὶν ὀχυρώμασι πλείους τῶν δισμυρίων.
24 Τιμόθεος δὲ ὁ πρότερον ἡττηθεὶς ὑπὸ τῶν ᾿Ιουδαίων συναγαγὼν ξένας δυνάμεις παμπληθεῖς καὶ τοὺς τῆς ᾿Ασίας γενομένους ἵππους συναθροίσας οὐκ ὀλίγους, παρῆν ὡς δορυάλωτον ληψόμενος τὴν ᾿Ιουδαίαν. 25 οἱ δὲ περὶ τὸν Μακκαβαῖον συνεγγίζοντος αὐτοῦ, πρὸς ἱκετείαν τοῦ Θεοῦ ἐτράπησαν γῇ τὰς κεφαλὰς καταπάσαντες καὶ τὰς ὀσφύας σάκκοις ζώσαντες, 26 ἐπὶ τὴν ἀπέναντι τοῦ θυσιαστηρίου κρηπῖδα προσπεσόντες, ἠξίουν ἵλεων αὐτοῖς γενόμενν ἐχθρεῦσαι τοῖς ἐχθροῖς αὐτῶν καὶ ἀντικεῖσθαι τοῖς ἀντικειμένοις, καθὼς ὁ νόμος διασαφεῖ. 27 γενόμενοι δὲ ἀπὸ τῆς δεήσεως, ἀναλαβόντες τὰ ὅπλα προῆγον ἀπὸ τῆς πόλεως ἐπὶ πλεῖον· συνεγγίσαντες δὲ τοῖς πολεμίοις ἐφ᾿ ἑαυτῶν ἦσαν. 28 ἄρτι δὲ τῆς ἀνατολῆς διαδεχομένης προσέβαλον ἑκάτεροι, οἱ μὲν ἔγγυον ἔχοντες εὐημερίας καὶ νίκης μετ᾿ ἀρετῆς τὴν ἐπὶ τὸν Κύριον καταφυγήν, οἱ δὲ καθηγεμόνα τῶν ἀγώνων ταττόμενοι τὸν θυμόν. 29 γενομένης δὲ καρτερᾶς μάχης, ἐφάνησαν τοῖς ὑπεναντίοις ἐξ οὐρανοῦ ἐφ᾿ ἵππων χρυσοχαλίνων ἄνδρες πέντε διαπρεπεῖς, καὶ ἀφηγούμενοι τῶν ᾿Ιουδαίων, 30 οἳ καὶ τὸν Μακκαβαῖον μέσον λαβόντες καὶ σκεπάζοντες ταῖς ἑαυτῶν πανοπλίαις ἄτρωτον διεφύλαττον, εἰς δὲ τοὺς ὑπεναντίους τοξεύματα καὶ κεραυνοὺς ἐξερρίπτουν· διὸ συγχυθέντες ἀορασίᾳ κατεκόπτοντο ταραχῆς πεπληρωμένοι. 31 κατεσφάγησαν δὲ δισμύριοι πρὸς τοῖς πεντακοσίοις, ἱππεῖς δὲ ἑξακόσιοι. 32 αὐτὸς δὲ ὁ Τιμόθεος συνέφυγεν εἰς Γάζαρα λεγόμενον ὀχύρωμα, εὖ μάλα φρούριον, στρατηγοῦντος ἐκεῖ Χαιρέου. 33 οἱ δὲ περὶ τὸν Μακκαβαῖον ἄσμενοι περιεκάθισαν τὸ φρούριον ἡμέρας τέσσαρας. 34 οἱ δὲ ἔνδον τῇ ἐρυμνότητι τοῦ τόπου πεποιθότες ὑπεράγαν ἐβλασφήμουν καὶ λόγους ἀθεμίτους προΐεντο. 35 ὑποφαινούσης δὲ τῆς πέμπτης ἡμέρας, εἴκοσι νεανίαι τῶν περὶ τὸν Μακκαβαῖον πυρωθέντες τοῖς θυμοῖς διὰ τὰς βλασφημίας, προσβαλόντες τῷ τείχει ἀρρενωδῶς καὶ θηριώδει θυμῷ τὸν ἐμπίπτοντα ἔκοπτον. 36 ἕτεροι δὲ ὁμοίως προσαναβάντες ἐν τῷ περισπασμῷ πρὸς τοὺς ἔνδον, ἐνεπίμπρων τοὺς πύργους καὶ πυρὰς ἀνάψαντες ζῶντας τοὺς βλασφήμους κατέκαιον. οἱ δὲ τὰς πύλας διέκοπτον, εἰσδεξάμενοι δὲ τὴν λοιπὴν τάξιν προκατελάβοντο τὴν πόλιν. 37 καὶ τὸν Τιμόθεον ἀποκεκρυμμένον ἔν τινι λάκκῳ κατέσφαξαν καὶ τὸν τούτου ἀδελφὸν Χαιρέαν καὶ τὸν ᾿Απολλοφάνην. 38 ταῦτα δὲ διαπραξάμενοι μεθ᾿ ὕμνων καὶ ἐξομολογήσεων εὐλόγουν τῷ Κυρίῳ τῷ μεγάλως εὐεργετοῦντι τὸν ᾿Ισραὴλ καὶ τὸ νῖκος αὐτοῖς διδόντι.
Κεφάλαιο 11
ΜΕΤ᾿ ὀλίγον δὲ παντελῶς χρόνον Λυσίας ἐπίτροπος τοῦ βασιλέως καὶ συγγενὴς καὶ ἐπὶ τῶν πραγμάτων λίαν βαρέως φέρων ἐπὶ τοῖς γεγονόσι, 2 συναθροίσας περὶ τὰς ὀκτὼ μυριάδας καὶ τὴν ἵππον πᾶσαν, παρεγένετο ἐπὶ τοὺς ᾿Ιουδαίους λογιζόμενος τὴν μὲν πόλιν ῞Ελλησιν οἰκητήριον ποιήσειν, 3 τὸ δὲ ἱερὸν ἀργυρολόγητον, καθὼς τὰ λοιπὰ τῶν ἐθνῶν τεμένη, πρατὴν δὲ τὴν ἀρχιερωσύνην κατ᾿ ἔτος ποιήσειν, 4 οὐδαμῶς ἐπιλογιζόμενος τὸ τοῦ Θεοῦ κράτος, πεφρενωμένος δὲ ταῖς μυριάσι τῶν πεζῶν καὶ ταῖς χιλιάσι τῶν ἱππέων καὶ τοῖς ἐλέφασι τοῖς ὀγδοήκοντα. 5 εἰσελθὼν δὲ εἰς τὴν ᾿Ιουδαίαν καὶ συνεγγίσας Βαιθσούρᾳ, ὄντι μὲν ἐρυμνῷ χωρίῳ, ἀπὸ δὲ ῾Ιεροσολύμων ἀπέχοντι ὡσεὶ σταδίους πέντε, τοῦτο ἔθλιβεν. 6 ὡς δὲ μετέλαβον οἱ περὶ τὸν Μακκαβαῖον πολιορκοῦντα αὐτὸν τὰ ὀχυρώματα, μετ᾿ ὀδυρμῶν καὶ δακρύων ἱκέτευον σὺν τοῖς ὄχλοις τὸν Κύριον ἀγαθὸν ἄγγελον ἀποστεῖλαι πρὸς σωτηρίαν τῷ ᾿Ισραήλ. 7 αὐτὸς δὲ πρῶτος ὁ Μακκαβαῖος ἀναλαβὼν τὰ ὅπλα προετρέψατο τοὺς ἄλλους, ἅμα αὐτῷ διακινδυνεύοντας ἐπιβοηθεῖν τοῖς ἀδελφοῖς αὐτῶν· ὁμοῦ δὲ καὶ προθύμως ἐξώρμησαν. 8 αὐτόθι δὲ καὶ πρὸς τοῖς ῾Ιεροσολύμοις ὄντων, ἐφάνη προηγούμενος αὐτῶν ἔφιππος ἐν λευκῇ ἐσθῆτι, πανοπλίαν χρυσῆν κραδαίνων. 9 ὁμοῦ δὲ πάντες εὐλόγησαν τὸν ἐλεήμονα Θεὸν καὶ ἐπερρώσθησαν ταῖς ψυχαῖς, οὐ μόνον ἀνθρώπους ἀλλὰ καὶ θῆρας τοὺς ἀγριωτάτους καὶ σιδηρᾶ τείχη τιτρώσκειν ὄντες ἕτοιμοι, 10 προῆγον ἐν διασκευῇ τὸν ἀπ᾿ οὐρανοῦ σύμμαχον ἔχοντες, ἐλεήσαντος αὐτοὺς τοῦ Κυρίου. 11 λεοντηδὸν δὲ ἐντινάξαντες εἰς τοὺς πολεμίους κατέστρωσαν αὐτοὺς χιλίους πρὸς τοῖς μυρίοις, ἱππεῖς δὲ ἑξακοσίους πρὸς τοῖς χιλίοις· τοὺς δὲ πάντας ἠνάγκασαν φυγεῖν. 12 οἱ πλείονες δὲ αὐτῶν τραυματίαι γυμνοὶ διεσώθησαν, καὶ αὐτὸς δὲ ὁ Λυσίας αἰσχρῶς φεύγων διεσώθη. 13 οὐκ ἄνους δὲ ὑπάρχων, πρὸς ἑαυτὸν ἀντιβάλλων τὸ γεγονὸς περὶ ἑαυτὸν ἐλάσσωμα καὶ συννοήσας ἀνικήτους εἶναι τοὺς ῾Εβραίους, τοῦ πάντα δυναμένου Θεοῦ συμμαχοῦντος αὐτοῖς, προσαποστείλας 14 ἔπεισε συλλύσεσθαι ἐπὶ πᾶσι τοῖς δικαίοις, καὶ διότι καὶ τὸν βασιλέα πείσειν φίλον αὐτοῖς ἀναγκάζειν γενέσθαι. 15 ἐνέπνευσε δὲ ὁ Μακκαβαῖος ἐπὶ πᾶσιν, οἷς ὁ Λυσίας παρεκάλει, τοῦ συμφέροντος φροντίζων· ὅσα γὰρ ὁ Μακκαβαῖος ἐπέδωκε τῷ Λυσίᾳ διὰ γραπτῶν περὶ τῶν ᾿Ιουδαίων, συνεχώρησεν ὁ βασιλεύς. 16 ἦσαν γὰρ αἱ γεγραμμέναι τοῖς ᾿Ιουδαίοις ἐπιστολαί, παρὰ μὲν Λυσίου περιέχουσαι τὸν τρόπον τοῦτον· «Λυσίας τῷ πλήθει τῶν ᾿Ιουδαίων χαίρειν. 17 ᾿Ιωάννης καὶ ᾿Αβεσσαλὼμ οἱ πεμφθέντες παρ᾿ ὑμῶν, ἐπιδόντες τὸν ὑπογεγραμμένον χρηματισμόν, ἠξίουν περὶ τῶν δι᾿ αὐτοῦ σημαινομένων. 18 ὅσα μὲν οὖν ἔδει καὶ τῷ βασιλεῖ πρσενεχθῆναι, διεσάφησα· ἃ δὲ ἦν ἐνδεχόμενα, συνεχώρησεν. 19 ἐὰν μὲν οὖν συντηρήσητε τὴν εἰς τὰ πράγματα εὔνοιαν, καὶ εἰς τὸ λοιπὸν πειράσομαι παραίτιος ὑμῖν ἀγαθῶν γενέσθαι. 20 ὑπὲρ δὲ τῶν κατὰ μέρος ἐντέταλμαι τούτοις τε καὶ τοῖς παρ᾿ ἐμοῦ διαλεχθῆναι ὑμῖν. 21 ἔρρωσθε. ἔτους ἑκατοστοῦ τεσσαρακοστοῦ ὀγδόου, Διοσκορινθίου τετράδι καὶ εἰκάδι».
22 ῾Η δὲ τοῦ βασιλέως ἐπιστολὴ περιεῖχεν οὕτως· «Βασιλεὺς ᾿Αντίοχος τῷ ἀδελφῷ Λυσίᾳ χαίρειν. 23 τοῦ πατρὸς ἡμῶν εἰς θεοὺς μεταστάντος, βουλόμενοι τοὺς ἐκ τῆς βασιλείας ἀταράχους ὄντας γενέσθαι πρὸς τὴν τῶν ἰδίων ἐπιμέλειαν, 24 ἀκηκοότες τοὺς ᾿Ιουδαίους μὴ συνευδοκοῦντας τῇ τοῦ πατρὸς ἐπὶ τὰ ῾Ελληνικὰ μεταθέσει, ἀλλὰ τὴν ἑαυτῶν ἀγωγὴν αἱρετίζοντας καὶ διὰ τοῦτο ἀξιοῦντας συγχωρηθῆναι αὐτοῖς τὰ νόμιμα αὐτῶν· 25 αἱρούμενοι οὖν καὶ τοῦτο τὸ ἔθνος ἐκτὸς ταραχῆς εἶναι, κρίνομεν τό τε ἱερὸν αὐτοῖς ἀποκατασταθῆναι καὶ πολιτεύεσθαι κατὰ τὰ ἐπὶ τῶν προγόνων αὐτῶν ἔθη. 26 εὖ οὖν ποιήσεις διαπεμψάμενος πρὸς αὐτοὺς καὶ δοὺς δεξιάς, ὅπως εἰδότες τὴν ἡμετέραν προαίρεσιν εὔθυμοί τε ὦσι καὶ ἡδέως διαγίνωνται πρὸς τὴν τῶν ἰδίων ἀντίληψιν».
27 Πρὸς δὲ τὸ ἔθνος ἡ τοῦ βασιλέως ἐπιστολὴ τοιαύτη ἦν· «Βασιλεὺς ᾿Αντίοχος τῇ γερουσίᾳ τῶν ᾿Ιουδαίων καὶ τοῖς ἄλλοις ᾿Ιουδαίοις χαίρειν. 28 εἰ ἔρρωσθε, εἴη ἂν ὡς βουλόμεθα· καὶ αὐτοὶ δὲ ὑγιαίνομεν. 29 ἐνεφάνισεν ἡμῖν ὁ Μενέλαος βούλεσθαι κατελθόντας ὑμᾶς γίνεσθαι πρὸς τοῖς ἰδίοις. 30 τοῖς οὖν καταπορευομένοις μέχρι τριακάδος Ξανθικοῦ ὑπάρξει δεξιὰ μετὰ τῆς ἀδείας 31 χρῆσθαι τοὺς ᾿Ιουδαίους τοῖς ἑαυτῶν δαπανήμασι καὶ νόμοις, καθὰ καὶ τὸ πρότερον, καὶ οὐδεὶς αὐτῶν κατ᾿ οὐδένα τρόπον παρενοχληθήσεται περὶ τῶν ἠγνοημένων. 32 πέπομφα δὲ καὶ τὸν Μενέλαον παρακαλέσοντα ὑμᾶς. 33 ἔρρωσθε. ἔτους ἑκατοστοῦ τεσσαρακοστοῦ ὀγδόου, Ξανθικοῦ πέμπτῃ καὶ δεκάτῃ».
34 ῎Επεμψαν δὲ καὶ οἱ Ρωμαῖοι πρὸς αὐτοὺς ἐπιστολὴν ἔχουσαν οὕτως· «Κόϊντος Μέμμιος, Τίτος Μάνλιος, πρεσβῦται Ρωμαίων, τῷ δήμῳ τῶν ᾿Ιουδαίων χαίρειν. 35 ὑπὲρ ὧν Λυσίας ὁ συγγενὴς τοῦ βασιλέως συνεχώρησεν ὑμῖν, καὶ ἡμεῖς συνευδοκοῦμεν. 36 ἃ δὲ ἔκρινε προσανενεχθῆναι τῷ βασιλεῖ, πέμψατέ τινα παραχρῆμα ἐπισκεψάμενοι περὶ τούτων, ἵνα ἐκθῶμεν ὡς καθήκει ὑμῖν· ἡμεῖς γὰρ προσάγομεν πρὸς ᾿Αντιόχειαν. 37 διὸ σπεύσατε καὶ πέμψατέ τινας, ὅπως καὶ ἡμεῖς ἐπιγνῶμεν ὁποίας ἐστὲ γνώμης. 38 ὑγιαίνετε. ἔτους ἑκατοστοῦ τεσσαρακοστοῦ, Ξανθικοῦ πέμπτῃ καὶ δεκάτῃ».
Κεφάλαιο 12
ΓΕΝΟΜΕΝΩΝ τῶν συνθηκῶν τούτων, ὁ μὲν Λυσίας ἀπῄει πρὸς τὸν βασιλέα, οἱ δὲ ᾿Ιουδαῖοι περὶ τὴν γεωργίαν ἐγίνοντο. 2 τῶν δὲ κατὰ τόπον στρατηγῶν Τιμόθεος καὶ ᾿Απολλώνιος ὁ τοῦ Γενναίους, ἔτι δὲ ῾Ιερώνυμος καὶ Δημοφῶν, πρὸς δὲ τούτοις Νικάνωρ ὁ Κυπριάρχης οὐκ εἴων αὐτοὺς εὐσταθεῖς καὶ τὰ τῆς ἡσυχίας ἄγειν. 3 ᾿Ιοππῖται δὲ τηλικοῦτο συνετέλεσαν τὸ δυσσέβημα· παρακαλέσαντες τοὺς σὺν αὐτοῖς οἰκοῦντας ᾿Ιουδαίους ἐμβῆναι εἰς τὰ παρασταθέντα ὑπ᾿ αὐτῶν σκάφη σὺν γυναιξὶ καὶ τέκνοις ὡς μηδεμιᾶς ἐνεστώσης πρὸς αὐτοὺς δυσμενείας, 4 κατὰ δὲ τὸ κοινὸν τῆς πόλεως ψήφισμα, καὶ τούτων ἐπιδεξαμένων ὡς ἂν εἰρηνεύειν θελόντων καὶ μηδὲν ὕποπτον ἐχόντων, ἐπαναχθέντας αὐτοὺς ἐβύθισαν ὄντας οὐκ ἔλαττον τῶν διακοσίων. 5 μεταλαβὼν δὲ ᾿Ιούδας τὴν γεγονυῖαν εἰς τοὺς ὁμοεθνεῖς ὠμότητα, παραγγείλας τοῖς περὶ αὐτὸν ἀνδράσι 6 καὶ ἐπικαλεσάμενος τὸν δίκαιον κριτὴν Θεόν, παρεγένετο ἐπὶ τοὺς μιαιοφόνους τῶν ἀδελφῶν· καὶ τὸν μὲν λιμένα νύκτωρ ἐνέπρησε καὶ τὰ σκάφη κατέφλεξε, τοὺς δὲ ἐκεῖ συμφυγόντας ἐξεκέντησε. 7 τοῦ δὲ χωρίου συγκλεισθέντος, ἀνέλυσεν ὡς πάλιν ἥξων καὶ τὸ σύμπαν τῶν ᾿Ιοππιτῶν ἐκριζῶσαι πολίτευμα. 8 μεταλαβὼν δὲ καὶ τοὺς ἐν ᾿Ιαμνείᾳ τὸν αὐτὸν ἐπιτελεῖν βουλομένους τρόπον τοῖς παροικοῦσιν ᾿Ιουδαίοις, 9 καὶ τοῖς ᾿Ιαμνίταις νυκτὸς ἐπιβαλὼν ὑφῆψε τὸν λιμένα σὺν τῷ στόλῳ, ὥστε φαίνεσθαι τὰς αὐγὰς τοῦ φέγγους εἰς τὰ ῾Ιεροσόλυμα, σταδίων ὄντων διακοσίων τεσσαράκοντα.
10 ᾿Εκεῖθεν δὲ ἀποσπασθέντων σταδίους ἐννέα, ποιουμένων τὴν πορείαν ἐπὶ τὸν Τιμόθεον, προσέβαλον ῎Αραβες αὐτῷ οὐκ ἐλάττους τῶν πεντακισχιλίων, ἱππεῖς δὲ πεντακόσιοι. 11 γενομένης δὲ καρτερᾶς μάχης καὶ τῶν περὶ τὸν ᾿Ιούδαν διὰ τὴν παρὰ τοῦ Θεοῦ βοήθειαν εὐημερησάντων, ἐλαττωθέντες οἱ νομάδες ῎Αραβες ἠξίουν δοῦναι τὸν ᾿Ιούδαν δεξιὰν αὐτοῖς, ὑπισχνούμενοι καὶ βοσκήματα δώσειν καὶ ἐν τοῖς λοιποῖς ὠφελήσειν αὐτούς. 12 ᾿Ιούδας δὲ ὑπολαβὼν ὡς ἀληθῶς ἐν πολλοῖς αὐτοὺς χρησίμους, ἐπεχώρησεν εἰρήνην ἄξειν πρὸς αὐτούς· καὶ λαβόντες δεξιὰς εἰς τὰς σκηνὰς αὐτῶν ἐχωρίσθησαν.
13 ᾿Επέβαλε δὲ καὶ ἐπί τινα πόλιν γεφυροῦν ὀχυρὰν καὶ τείχεσι περιπεφραγμένην καὶ παμμειγέσιν ἔθνεσι κατοικουμένην, ὄνομα δὲ Κάσπιν. 14 οἱ δ᾿ ἔνδον πεποιθότες τῇ τῶν τειχέων ἐρυμνότητι τῇ τε τῶν βρωμάτων παραθέσει, ἀναγωγότερον ἐχρῶντο τοῖς περὶ τὸν ᾿Ιούδαν λοιδοροῦντες καὶ προσέτι βλασφημοῦντες καὶ λαλοῦντες ἃ μὴ θέμις. 15 οἱ δὲ περὶ τὸν ᾿Ιούδαν ἐπικαλεσάμενοι τὸν μέγαν τοῦ κόσμου δυνάστην, τὸν ἄτερ κριῶν καὶ μηχανῶν ὀργανικῶν κατακρημνίσαντα τὴν ῾Ιεριχὼ κατὰ τοὺς ᾿Ιησοῦ χρόνους, ἐνέσεισαν θηριωδῶς τῷ τείχει. 16 καταλαβόμενοί τε τὴν πόλιν τῇ τοῦ Θεοῦ θελήσει, ἀμυθήτους ἐποιήσαντο σφαγάς, ὥστε τὴν παρακειμένην λίμνην, τὸ πλάτος ἔχουσαν σταδίων δύο, κατάρρυτον αἵματι πεπληρωμένην φαίνεσθαι.
17 ᾿Εκεῖθεν δὲ ἀποσπάσαντες σταδίους ἑπτακοσίους πεντήκοντα διήνυσαν εἰς τὸν Χάρακα πρὸς τοὺς λεγομένους Τουβιήνους ᾿Ιουδαίους. 18 καὶ Τιμόθεον μὲν ἐπὶ τῶν τόπων οὐ κατέλαβον, ἄπρακτόν τε ἀπὸ τῶν τόπων ἐκλελυκότα, καταλελοιπότα δὲ φρουρὰν ἔν τινι τόπῳ καὶ μάλα ὀχυράν. 19 Δοσίθεος δὲ καὶ Σωσίπατρος τῶν περὶ τὸν Μακκαβαῖον ἡγεμόνων ἐξοδεύσαντες ἀπώλεσαν τοὺς ὑπὸ Τιμοθέου καταλειφθέντας ἐν τῷ ὀχυρώματι πλείους τῶν μυρίων ἀνδρῶν. 20 ὁ δὲ Μακκαβαῖος διατάξας τὴν ἑαυτοῦ στρατιὰν σπειρηδόν, κατέστησεν αὐτοὺς ἐπὶ τῶν σπειρῶν καὶ ἐπὶ τὸν Τιμόθεον ὥρμησεν ἔχοντα περὶ αὐτὸν μυριάδας δώδεκα πεζῶν, ἱππεῖς δὲ χιλίους πρὸς τοῖς πεντακοσίοις. 21 τὴν δὲ ἔφοδον μεταλαβὼν ᾿Ιούδα, ὁ Τιμόθεος προσεξαπέστειλε τὰς γυναῖκας καὶ τὰ τέκνα καὶ τὴν ἄλλην ἀποσκευὴν εἰς τὸ λεγόμενον Καρνίον· ἦν γὰρ δυσπολιόρκητον καὶ δυσπρόσιτον τὸ χωρίον διὰ τὴν τῶν πάντων τῶν τόπων στενότητα. 22 ἐπιφανείσης δὲ τῆς ᾿Ιούδα σπείρας πρώτης καὶ γενομένου δέους ἐπὶ τοὺς πολεμίους, φόβου τε ἐκ τῆς τοῦ πάντα ἐφορῶντος ἐπιφανείας γενομένου ἐπ᾿ αὐτούς, εἰς φυγὴν ὥρμησαν ἄλλος ἀλλαχῇ φερόμενος, ὥστε πολλάκις ὑπὸ τῶν ἰδίων βλάπτεσθαι καὶ ταῖς τῶν ξιφῶν ἀκμαῖς ἀναπείρεσθαι. 23 ἐποιεῖτο δὲ τὸν διωγμὸν εὐτονώτερον ᾿Ιούδας συγκεντῶν τοὺς ἀλιτηρίους διέφθειρέ τε εἰς μυριάδας τρεῖς ἀνδρῶν. 24 αὐτὸς δὲ ὁ Τιμόθεος ἐμπεσὼν τοῖς περὶ τὸν Δοσίθεον καὶ Σωσίπατρον, ἠξίου μετὰ πολλῆς γοητείας ἐξαφεῖναι σῷον αὐτὸν διὰ τὸ πλειόνων μὲν γονεῖς, ὧν δὲ ἀδελφοὺς ἔχειν καὶ τούτους ἀλογηθῆναι συμβήσεται, εἰ ἀποθάνοι. 25 πιστώσαντος δὲ αὐτοῦ διὰ πλειόνων τὸν ὁρισμὸν ἀποκαταστήσειν τούτους ἀπημάντους, ἀπέλυσαν αὐτὸν ἕνεκα τῆς τῶν ἀδελφῶν σωτηρίας.
26 ᾿Εξελθὼν δὲ ἐπὶ τὸ Καρνίον καὶ τὸ ᾿Αταργατεῖον κατέσφαξε μυριάδας σωμάτων δύο καὶ πεντακισχιλίους. 27 μετὰ δὲ τὴν τούτων τροπὴν καὶ ἀπώλειαν ἐπεστράτευσεν ᾿Ιούδας καὶ ἐπὶ ᾿Εφρὼν πόλιν ὀχυράν, ἐν ᾗ κατῴκει Λυσίας καὶ πάμφυλα πλήθη· νεανίαι δὲ πρὸ τῶν τειχῶν καθεστῶτες ρωμαλέοι ἀπεμάχοντο εὐρώστως, ἔνθα δὲ ὀργάνων καὶ βελῶν πολλαὶ παραθέσεις ὑπῆρχον 28 ἐπικαλεσάμενοι δὲ τὸν Δυνάστην τὸν μετὰ κράτους συντρίβοντα τὰς τῶν πολεμίων ἀλκάς, ἔλαβον τὴν πόλιν ὑποχείριον καὶ κατέστρωσαν τῶν ἔνδον εἰς μυριάδας δύο καὶ πεντακισχιλίους. 29 ἀναζεύξαντες δὲ ἐκεῖθεν ὥρμησαν ἐπὶ Σκυθῶν πόλιν ἀπέχουσαν ἀπὸ ῾Ιεροσολύμων σταδίους ἐξακοσίους. 30 ἀπομαρτυρησάντων δὲ τῶν ἐκεῖ κατοικούντων ᾿Ιουδαίων, ἣν οἱ Σκυθοπολῖται ἔσχον πρὸς αὐτοὺς εὔνοιαν καὶ ἐν τοῖς τῆς ἀτυχίας καιροῖς ἥμερον ἀπάντησιν ἐποιοῦντο. 31 εὐχαρηστήσαντες αὐτοῖς καὶ προσπαρακαλέσαντες καὶ εἰς τὰ λοιπὰ πρὸς τὸ γένος εὐμενεῖς εἶναι, παρεγένοντο εἰς ῾Ιεροσόλυμα τῆς τῶν ἑβδομάδων ἑορτῆς οὔσης ὑπογύου.
32 Μετὰ δὲ τὴν λεγομένην Πεντηκοστὴν ὥρμησαν ἐπὶ Γοργίαν τὸν τῆς ᾿Ιδουμαίας στρατηγόν. 33 ἐξῆλθε δὲ μετὰ πεζῶν τρισχιλίων, ἱππέων δὲ τετρακοσίων, 34 καὶ παραταξαμένων συνέβη πεσεῖν ὀλίγους τῶν ᾿Ιουδαίων. 35 Δοσίθεος δέ τις τῶν τοῦ Βακήνορος, ἔφιππος ἀνὴρ καὶ καρτερός, εἴχετο τοῦ Γοργίου καὶ λαβόμενος τῆς χλαμύδος ἦγεν αὐτὸν εὐρώστως καὶ βουλόμενος τὸν κατάρατον λαβεῖν ζωγρίαν, τῶν ἱππέων Θρακῶν τινος ἐπενεχθέντος αὐτῷ καὶ τὸν ὦμον καθελόντος διέφυγεν ὁ Γοργίας εἰς Μαρισά. 36 τῶν δὲ περὶ τὸν ῎Εσδριν ἐπὶ πλεῖον μαχομένων καὶ κατακόπων ὄντων, ἐπικαλεσάμενος ὁ ᾿Ιούδας τὸν Κύριον σύμμαχον φανῆναι καὶ προοδηγὸν τοῦ πολέμου, 37 καταρξάμενος τῇ πατρίῳ φωνῇ τὴν μεθ᾿ ὕμνων κραυγήν, ἀναβοήσας καὶ ἐνσείσας ἀπροσδοκήτως τοῖς περὶ τὸν Γοργίαν, τροπὴν αὐτῶν ἐποιήσατο.
38 ᾿Ιούδας δὲ ἀναλαβὼν τὸ στράτευμα ἦγεν εἰς ᾿Οδολλὰμ πόλιν· τῆς δὲ ἑβδομάδος ἐπιβαλλούσης, κατὰ τὸν ἐθισμὸν ἁγνισθέντες αὐτόθι τὸ σάββατον διήγαγον. 39 τῇ δὲ ἐχομένῃ ἦλθον οἱ περὶ τὸν ᾿Ιούδαν καθ᾿ ὃν τρόπον τὸ τῆς χρείας ἐγεγόνει, τὰ τῶν προπεπτωκότων σώματα ἀνακομίσασθαι καὶ μετὰ τῶν συγγενῶν ἀποκαταστῆσαι εἰς τοὺς πατρῴους τάφους. 40 εὗρον δὲ ἑκάστου τῶν τεθνηκότων ὑπὸ τοὺς χιτῶνας ἱερώματα τῶν ἀπὸ ᾿Ιαμνείας εἰδώλων, ἀφ᾿ ὧν ὁ νόμος ἀπείργει τοὺς ᾿Ιουδαίους· τοῖς δὲ πᾶσι σαφὲς ἐγένετο διὰ τήνδε τὴν αἰτίαν τούσδε πεπτωκέναι. 41 πάντες οὖν εὐλογήσαντες τὰ τοῦ δικαιοκρίτου Κυρίου τοῦ τὰ κεκρυμμένα φανερὰ ποιοῦντος, 42 εἰς ἱκετείαν ἐτράπησαν ἀξιώσαντες τὸ γεγονὸς ἁμάρτημα τελείως ἐξαλειφθῆναι. ὁ δὲ γενναῖος ᾿Ιούδας παρεκάλεσε τὸ πλῆθος συντηρεῖν ἑαυτοὺς ἀναμαρτήτους εἶναι, ὑπ᾿ ὄψιν ἑωρακότας τὰ γεγονότα διὰ τὴν τῶν προπεπτωκότων ἁμαρτίαν. 43 ποιησάμενός τε κατ᾿ ἀνδραλογίαν κατασκευάσματα εἰς ἀργυρίου δραχμὰς δισχιλίας, ἀπέστειλεν εἰς ῾Ιεροσόλυμα προσαγαγεῖν περὶ ἁμαρτίας θυσίαν, πάνυ καλῶς καὶ ἀστείως πράττων ὑπὲρ ἀναστάσεως διαλογιζόμενος· 44 εἰ γὰρ μὴ τοὺς προπεπτωκότας ἀναστῆναι προσεδόκα, περισσὸν ἂν ἦν καὶ ληρῶδες ὑπὲρ νεκρῶν προσεύχεσθαι. 45 εἶτ᾿ ἐμβλέπων τοῖς μετ᾿ εὐσεβείας κοιμωμένοις κάλλιστον ἀποκείμενον χαριστήριον, ὁσία καὶ εὐσεβὴς ἡ ἐπίνοια· ὅθεν περὶ τῶν τεθνηκότων τὸν ἐξιλασμὸν ἐποιήσαντο τῆς ἁμαρτίας ἀπολυθῆναι.
Κεφάλαιο 13
ΤΩ δὲ ἐνάτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει προσέπεσε τοῖς περὶ τὸν ᾿Ιούδαν ᾿Αντίοχον τὸν Εὐπάτορα παραγενέσθαι σὺν πλήθεσιν ἐπὶ τὴν ᾿Ιουδαίαν 2 καὶ σὺ αὐτῷ Λυσίαν τὸν ἐπίτροπον καὶ ἐπὶ τῶν πραγμάτων, ἕκαστον ἔχοντα δύναμιν ῾Ελληνικὴν πεζῶν μυριάδας ἕνδεκα καὶ ἱππεῖς πεντακισχιλίους τριακοσίους καὶ ἐλέφαντας εἰκοσιδύο, ἅρματα δὲ δρεπανηφόρα τριακόσια. 3 καὶ Μενέλαος δὲ συνέμειξεν αὐτοῖς καὶ παρεκάλει μετὰ πολλῆς εἰρωνείας τὸν ᾿Αντίοχον, οὐκ ἐπὶ σωτηρίᾳ τῆς πατρίδος, οἰόμενος δὲ ἐπὶ τῆς ἀρχῆς κατασταθήσεσθαι. 4 ὁ δὲ βασιλεὺς τῶν βασιλέων ἐξήγειρε τὸν θυμὸν τοῦ ᾿Αντιόχου ἐπὶ τὸν ἀλιτήριον, καὶ Λυσίου ὑποδείξαντος τοῦτον αἴτιον εἶναι πάντων τῶν κακῶν, προσέταξεν, ὡς ἔθος ἐστὶν ἐν τῷ τόπῳ, προσαπολέσαι ἀγαγόντας αὐτὸν εἰς Βέροιαν. 5 ἔστι δὲ ἐν τῷ τόπῳ πύργος πεντήκοντα πηχῶν πλήρης σποδοῦ, οὗτος δὲ ὄργανον εἶχε περιφερὲς πάντοθεν ἀπόκρημνον εἰς τὴν σποδόν. 6 ἐνταῦθα τὸν ἱεροσυλίας ἔνοχον ὄντα ἢ καί τινων ἄλλων κακῶν ὑπεροχὴν πεποιημένον ἅπαντες προσωθοῦσιν εἰς ὄλεθρον. 7 τοιούτῳ μόρῳ τὸν παράνομον συνέβη θανεῖν, μηδὲ τῆς γῆς τυχόντα Μενέλαον, πάνυ δικαίως. 8 ἐπεὶ γὰρ συνετελέσατο πολλὰ περὶ τὸν βωμὸν ἁμαρτήματα, οὗ τὸ πῦρ ἁγνὸν ἦν καὶ ἡ σποδός, ἐν σποδῷ τὸν θάνατον ἐκομίσατο.
9 Τοῖς δὲ φρονήμασιν ὁ βασιλεὺς βεβαρβαρωμένος ἤρχετο τὰ χείριστα τῶν ἐπὶ τοῦ πατρὸς αὐτοῦ γεγονότων ἐνδειξόμενος τοῖς ᾿Ιουδαίοις. 10 μεταλαβὼν δὲ ᾿Ιούδας ταῦτα παρήγγειλε τῷ πλήθει δι᾿ ἡμέρας καὶ νυκτὸς ἐπικαλεῖσθαι τὸν Κύριον, εἴποτε ἄλλοτε καὶ νῦν ἐπιβοηθεῖν τοῖς τοῦ νόμου καὶ πατρίδος καὶ ἱεροῦ ἁγίου στερεῖσθαι μέλουσι 11 καὶ τὸν ἄρτι βραχέως ἀνεψυχότα λαὸν μὴ ἐᾶσαι τοῖς δυσφήμοις ἔθνεσι ὑποχειρίους γενέσθαι. 12 πάντων δὲ τὸ αὐτὸ ποιησάντων ὁμοῦ καὶ καταξιωσάντων τὸν ἐλεήμονα Κύριον μετὰ κλαυθμοῦ καὶ νηστειῶν καὶ προπτώσεως ἐφ᾿ ἡμέρας τρεῖς ἀδιαλείπτως, παρακαλέσας αὐτοὺς ὁ ᾿Ιούδας ἐκέλευσε παραγίνεσθαι. 13 καθ᾿ ἑαυτὸν δὲ σὺν τοῖς πρεσβυτέροις γενόμενος ἐβουλεύσατο, πρὶν εἰσβαλεῖν τοῦ βασιλέως τὸ στράτευμα εἰς τὴν ᾿Ιουδαίαν καὶ γενέσθαι τῆς πόλεως ἐγκρατεῖς, ἐξελθόντας κρῖναι τὰ πράγματα τῇ τοῦ Κυρίου βοηθείᾳ. 14 δοὺς δὲ τὴν ἐπιτροπὴν τῷ κτίστῃ τοῦ κόσμου, παρακαλέσας τοὺς σὺν αὐτῶ γενναίως ἀγωνίσασθαι μέχρι θανάτου περὶ νόμων, περὶ ἱεροῦ, πόλεως, πατρίδος, πολιτείας, ἐποιήσατο περὶ Μωδεΐν τὴν στρατοπεδείαν. 15 δοὺς δὲ τοῖς περὶ αὐτὸν σύνθεμα «Θεοῦ νίκη», μετὰ νεανίσκων ἀρίστων κεκριμένων ἐπιβαλὼν νύκτωρ ἐπὶ τὴν βασιλικὴν αὐλήν, ἐν τῇ παρεμβολῇ ἀνεῖλεν εἰς ἄνδρας τετρακισχιλίους καὶ τὸν πρωτεύοντα τῶν ἐλεφάντων σὺν τῶν κατ᾿ οἰκίαν ὄχλῳ συνέθηκε 16 καὶ τὸ τέλος τὴν παρεμβολὴν δέους καὶ ταραχῆς ἐπλήρωσαν καὶ ἐξέλυσαν εὐημεροῦντες· 17 ὑποφαινούσης δὲ ἤδη τῆς ἡμέρας τοῦτο ἐγεγόνει διὰ τὴν ἐπαρήγουσαν αὐτῷ τοῦ Κυρίου σκέπην.
18 ῾Ο δὲ βασιλεὺς εἰληφὼς γεῦσιν τῆς τῶν ᾿Ιουδαίων εὐτολμίας, κατεπείρασε διὰ μεθόδων τοὺς τόπους. 19 καὶ ἐπὶ Βαιθσούρᾳ φρούριον ὀχυρὸν τῶν ᾿Ιουδαίων προσῆγε καὶ ἐτροποῦτο, προσέκρουεν, ἠλαττονοῦτο· 20 τοῖς δὲ ἔνδον ᾿Ιούδας τὰ δέοντα εἰσέπεμψε. 21 προσήγγειλε δὲ τὰ μυστήρια τοῖς πολεμίοις Ρόδοκος ἐκ τῆς ᾿Ιουδαϊκῆς τάξεως· ἀνεζητήθη δὲ καὶ κατελήφθη καὶ κατεκλείσθη. 22 ἐδευτερολόγησεν ὁ βασιλεὺς τοῖς ἐν Βαιθσούρᾳ δεξιὰν ἔδωκεν, ἔλαβεν, ἀπῄει προσέβαλε τοῖς περὶ τὸν ᾿Ιούδαν, ἥττων ἐγένετο, 23 μετέλαβεν ἀπονενοῆσθαι τὸν Φίλιππον ἐν ᾿Αντιοχείᾳ τὸν ἀπολελειμμένον ἐπὶ τῶν πραγμάτων, συνεχύθη, τοὺς ᾿Ιουδαίους παρεκάλεσεν, ὑπετάγη καὶ ὤμοσεν ἐπὶ πᾶσι τοῖς δικαίοις, συνελύθη καὶ θυσίαν προσήγαγεν, ἐτίμησε τὸν νεὼ καὶ τὸν τόπον ἐφιλανθρώπησε 24 καὶ τὸν Μακκαβαῖον ἀπεδέξατο. κατέλιπε στρατηγὸν ἀπὸ Πτολεμαΐδος ἕως τῶν Γερρηνῶν ῾Ηγεμονίδην. 25 ἦλθεν εἰς Πτολεμαΐδα· ἐδυσφόρουν περὶ τῶν συνθηκῶν οἱ Πτολεμαεῖς, ἐδείναζον γὰρ ὑπὲρ ὧν ἠθέλησαν ἀθετεῖν τὰς διαστάλσεις. 26 προσῆλθεν ἐπὶ τὸ βῆμα Λυσίας, ἐπελογήσατο ἐνδεχομένως, συνέπεισε, κατεπράϋνε, εὐμενεῖς ἐποίησεν, ἀνέζευξεν εἰς ᾿Αντιόχειαν. οὕτω τὰ τοῦ βασιλέως τῆς ἐφόδου καὶ τῆς ἀναζυγῆς ἐχώρησε.
Κεφάλαιο 14
ΜΕΤΑ δὲ τριετῆ χρόνον προσέπεσε τοῖς περὶ τὸν ᾿Ιούδαν Δημήτριον τὸν τοῦ Σελεύκου διὰ τοῦ κατὰ Τρίπολιν λιμένος εἰσπλεύσαντα μετὰ πλήθους ἰσχυροῦ καὶ στόλου 2 κεκρατηκέναι τῆς χώρας ἐπανελόμενον ᾿Αντίοχον καὶ τὸν τούτου ἐπίτροπον Λυσίαν. 3 ῎Αλκιμος δέ τις προγενόμενος ἀρχιερεύς, ἑκουσίως δὲ μεμολυμμένος ἐν τοῖς τῆς ἐπιμειξίας χρόνοις, συννοήσας ὅτι καθ᾿ ὁντιναοῦν τρόπον οὐκ ἔστιν αὐτῷ σωτηρία, οὐδὲ πρὸς ἅγιον θυσιαστήριον ἔτι πρόσοδος, 4 ἧκε πρὸς τὸν βασιλέα Δημήτριον πρώτῳ καὶ πεντηκοστῷ καὶ ἑκατοστῷ ἔτει προσάγων αὐτῷ στέφανον χρυσοῦν καὶ φοίνικα, πρὸς δὲ τούτοις τῶν νομιζομένων θαλλῶν τοῦ ἱεροῦ, καὶ τὴν ἡμέραν ἐκείνην ἡσυχίαν ἔσχε. 5 καιρὸν δὲ λαβὼν τῆς ἰδίας ἀνοίας συνεργόν, προσκληθεὶς εἰς συνέδριον ὑπὸ τοῦ Δημητρίου καὶ ἐπερωτηθεὶς ἐν τίνι διαθέσει καὶ βουλῇ καθεστήκασιν οἱ ᾿Ιουδαῖοι, πρὸς ταῦτα ἔφη· 6 οἱ λεγόμενοι τῶν ᾿Ιουδαίων ᾿Ασιδαῖοι, ὧν ἀφηγεῖται ᾿Ιούδας ὁ Μακκαβαῖος, πολεμοτροφοῦσι καὶ στασιάζουσιν, οὐκ ἐῶντες τὴν βασιλείαν εὐσταθείας τυχεῖν. 7 ὅθεν ἀφελόμενος τὴν προγονικὴν δόξαν, λέγω δὴ τὴν ἀρχιερωσύνην, δεῦρο νῦν ἐλήλυθα, 8 πρῶτον μὲν ὑπὲρ τῶν ἀνηκόντων τῷ βασιλεῖ γνησίως φρονῶν, δεύτερον δὲ καὶ τῶν ἰδίων πολιτῶν στοχαζόμενος· τῇ μὲν γὰρ τῶν προειρημένων ἀλογιστίᾳ τὸ σύμπαν ἡμῶν γένος οὐ μικρῶς ἀκληρεῖ. 9 ἕκαστα δὲ τούτων ἐπεγνωκώς σύ, βασιλεῦ, καὶ τῆς χώρας καὶ τοῦ περιϊσταμένου γένους ἡμῶν προνοήθητι, καθ᾿ ἣν ἔχεις πρὸς ἅπαντας εὐαπάντητον φιλανθρωπίαν. 10 ἄχρι γὰρ ᾿Ιούδας περίεστιν, ἀδύνατον εἰρήνης τυχεῖν τὰ πράγματα. 11 τοιούτων δὲ ρηθέντων ὑπὸ τούτου, θᾶττον οἱ λοιποὶ φίλοι δυσμενῶς ἔχοντες τὰ πρὸς τὸν ᾿Ιούδαν προσεπύρωσαν τὸν Δημήτριον. 12 προσκαλεσάμενος δὲ εὐθέως Νικάνορα τὸν γενόμενον ἐλεφαντάρχην, καὶ στρατηγὸν ἀναδείξας τῆς ᾿Ιουδαίας, ἐξαπέστειλε 13 δοὺς ἐντολὰς αὐτὸν μὲν τὸν ᾿Ιούδαν ἐπαναλέσθαι, τοὺς δὲ σὺν αὐτῷ σκορπίσαι, καταστῆσαι δὲ ῎Αλκιμον ἀρχιερέα τοῦ μεγίστου ἱεροῦ. 14 οἱ δὲ ἐπὶ τῆς ᾿Ιουδαίας πεφυγαδευκότες τὸν ᾿Ιούδαν ἔθνη συνέμισγον ἀγεληδὸν τῷ Νικάνορι, τὰς τῶν ᾿Ιουδαίων ἀτυχίας καὶ συμφορὰς ἰδίας εὐημερίας δοκοῦντες ἔσεσθαι.
15 ᾿Ακούσαντες δὲ τὴν τοῦ Νικάνορος ἔφοδον καὶ τὴν ἐπίθεσιν τῶν ἐθνῶν, καταπασάμενοι γῆν ἐλιτάνευον τὸν ἄχρι αἰῶνος συστήσαντα τὸν ἑαυτοῦ λαόν, ἀεὶ δὲ μετ᾿ ἐπιφανείας ἀντιλαμβανόμενον τῆς ἑαυτοῦ μερίδος. 16 προτάξαντος δὲ τοῦ ἡγουμένου ἐκεῖθεν εὐθέως ἀνέζευξαν καὶ συμμίσγουσιν αὐτοῖς ἐπὶ κώμην Δεσσαού. 17 Σίμων δὲ ὁ ἀδελφὸς ᾿Ιούδα συμβεβληκὼς ἦν τῷ Νικάνορι, βραχέως δὲ διὰ τὴν αἰφνίδιον τῶν ἀντιπάλων ἀφασίαν ἐπταικώς. 18 ὅμως δὲ ἀκούων ὁ Νικάνωρ ἣν εἶχον οἱ περὶ τὸν ᾿Ιούδαν ἀνδραγαθίαν καὶ ἐν τοῖς ὑπὲρ τῆς πατρίδος ἀγῶσιν εὐψυχίαν, ὑπευλαβεῖτο τὴν κρίσιν δι᾿ αἱμάτων ποιήσασθαι. 19 διόπερ ἔπεμψε Ποσιδώνιον καὶ Θεόδοτον καὶ Ματταθίαν δοῦναι καὶ λαβεῖν δεξιάς. 20 πλείονος δὲ γενομένης περὶ τούτων ἐπισκέψεως καὶ τοῦ ἡγεμόνος τοῖς πλήθεσιν ἀνακοινωσαμένου καὶ φανείσης ὁμοψήφου γνώμης, ἐπένευσαν ταῖς συνθήκες. 21 ἐτάξαντο δὲ ἡμέραν, ἐν ᾗ κατ᾿ ἰδίαν ἥξουσιν εἰς τὸ αὐτό· καὶ προῆλθε καὶ παρ᾿ ἑκάστου διαφόρους ἔθεσαν δίφρους· 22 διέταξεν ᾿Ιούδας ἐνόπλους ἑτοίμους ἐν τοῖς ἐπικαίροις τόποις, μή ποτε ἐκ τῶν πολεμίων αἰφνιδίως κακουργία γένηται· τὴν ἁρμόζουσαν ἐποιήσαντο κοινολογίαν. 23 διέτριβε δὲ ὁ Νικάνωρ ἐν ῾Ιεροσολύμοις, καὶ ἔπραττεν οὐθὲν ἄτοπον, τοὺς δὲ συναχθέντας ἀγελαίους ὄχλους ἀπέλυσε. 24 καὶ εἶχε τὸν ᾿Ιούδαν διαπαντὸς ἐν προσώπῳ, ψυχικῶς τῷ ἀνδρὶ προσεκέκλιτο. 25 παρακάλεσεν αὐτὸν γῆμαι καὶ παιδοποιήσασθαι· ἐγάμησεν, εὐστάθησεν, ἐκοινώνησε βίου.
26 ῾Ο δὲ ῎Αλκιμος συνιδὼν τὴν πρὸς ἀλλήλους εὔνοιαν καὶ τὰς γενομένας συνθήκας, ἀναλαβὼν ἧκε πρὸς τὸν Δημήτριον καὶ ἔλεγε τὸν Νικάνορα ἀλλότρια φρονεῖν τῶν πραγμάτων· τὸν γὰρ ἐπίβουλον τῆς βασιλείας ᾿Ιούδαν διάδοχον ἀναδέδειχεν ἑαυτοῦ. 27 ὁ δὲ βασιλεὺς ἔκθυμος γενόμενος καὶ ταῖς τοῦ παμπονήρου ἐρεθισθεὶς διαβολαῖς, ἔγραψε Νικάνορι φάσκων ὑπὲρ μὲν τῶν συνθηκῶν βαρέως φέρειν, κελεύων δὲ τὸν Μακκαβαῖον δέσμιον ἐξαποστέλλειν ταχέως εἰς ᾿Αντιόχειαν. 28 προσπεσόντων δὲ τούτων τῷ Νικάνορι συνεκέχυτο καὶ δυσφόρως ἔφερεν, εἰ τὰ διεσταλμένα ἀθετήσει μηδὲν τ᾿ ἀνδρὸς ἠδικηκότος. 29 ἐπεὶ δὲ τῷ βασιλεῖ ἀντιπράττειν οὐκ ἦν, εὔκαιρον ἐτήρει στρατηγήματι τοῦτ᾿ ἐπιτελέσαι. 30 ὁ δὲ Μακκαβαῖος αὐστηρότερον διεξάγοντα συνιδὼν τὸν Νικάνορα πρὸς αὐτὸν καὶ τὴν εἰθισμένην ἀπάντησιν ἀγροικότερον ἐσχηκότα, νοήσας οὐκ ἀπὸ τοῦ βελτίστου τὴν αὐστηρίαν εἶναι, συστρέψας οὐκ ὀλίγους τῶν περὶ ἑαυτόν, συνεκρύπτετο τὸν Νικάνορα. 31 συγγνοὺς δὲ ὁ ἕτερος ὅτι γενναίως ὑπὸ τοῦ ἀνδρὸς ἐστρατήγηται, παραγενόμενος ἐπὶ τὸ μέγιστον καὶ ἅγιον ἱερόν, τῶν ἱερέων τὰς καθηκούσας θυσίας προσαγόντων, ἐκέλευσε παραδιδόναι τὸν ἄνδρα. 32 τῶν δὲ μεθ᾿ ὅρκων φασκόντων μὴ γινώσκειν ποῦ ποτ᾿ ἔστιν ὁ ζητούμενος, 33 προτείνας τὴν δεξιὰν εἰς τὸν νεὼ ταῦτα ὤμοσε· ἐὰν μὴ δέσμιόν μοι τὸν ᾿Ιούδαν παραδῶτε, τόνδε τοῦ Θεοῦ σηκὸν εἰς πεδίον ποιήσω καὶ τὸ θυσιαστήριον κατασκάψω καὶ ἱερὸν ἐνταῦθα τῷ Διονύσῳ ἐπιφανὲς ἀναστήσω. 34 τοσαῦτα δὲ εἰπὼν ἀπῆλθεν· οἱ δὲ ἱερεῖς προτείναντες τὰς χεῖρας εἰς τὸν οὐρανόν, ἐπεκαλοῦντο τὸν διαπαντὸς ὑπέρμαχον τοῦ ἔθνους ἡμῶν ταῦτα λέγοντες· 35 σὺ Κύριε, τῶν ὅλων ἀπροσδεὴς ὑπάρχων, εὐδόκησας ναὸν τῆς σῆς κατασκηνώσεως ἐν ἡμῖν γενέσθαι. 36 καὶ νῦν ἅγιε παντὸς ἁγιασμοῦ Κύριε, διατήρησον εἰς αἰῶνα ἀμίαντον τόνδε τὸν προσφάτως κεκαθαρισμένον οἶκον.
37 Ραζὶς δέ τις τῶν ἀπὸ ῾Ιεροσολύμων πρεσβυτέρων ἐμηνύθη τῷ Νικάνορι, ἀνὴρ φιλοπολίτης καὶ σφόδρα καλῶς ἀκούων καὶ κατὰ τὴν εὔνοιαν πατὴρ τῶν ᾿Ιουδαίων προσαγορευόμενος. 38 ἦν γὰρ ἐν τοῖς ἔμπροσθεν χρόνοις τῆς ἀμειξίας κρίσιν εἰσενηνεγμένος ᾿Ιουδαϊσμοῦ, καὶ σῶμα καὶ ψυχὴν ὑπὲρ τοῦ ᾿Ιουδαϊσμοῦ παραβεβλημένος μετὰ πάσης ἐκτενίας. 39 βουλόμενος δὲ Νικάνωρ πρόδηλον ποιῆσαι, ἣν εἶχε πρὸς τοὺς ᾿Ιουδαίους δυσμένειαν, ἀπέστειλε στρατιώτας ὑπὲρ τοὺς πεντακοσίους συλλαβεῖν αὐτόν· 40 ἔδοξε γὰρ ἐκεῖνον συλλαβὼν τούτοις ἐργάσασθαι συμφοράν. 41 τῶν δὲ πληθῶν μελλόντων τὸν πύργον καταλαβέσθαι καὶ τὴν αὐλαίαν θύραν βιαζομένων καὶ κελευόντων πῦρ προσάγειν καὶ τὰς θύρας ὑφάπτειν, περικατάληπτος γενόμενος ὑπέθηκε ἑαυτῷ ξίφος, 42 εὐγενῶς θέλων ἀποθανεῖν ἤπερ τοῖς ἀλιτηρίοις ὑποχείριος γενέσθαι καὶ τῆς ἰδίας εὐγενείας ἀναξίως ὑβρισθῆναι. 43 τῇ δὲ πληγῇ μὴ κατευθικτήσας διὰ τὴν τοῦ ἀγῶνος σπουδὴν καὶ τῶν ὄχλων εἴσω τῶν θυρωμάτων εἰσβαλόντων, ἀναδραμὼν γενναίως ἐπὶ τὸ τεῖχος, κατεκρήμνισεν ἑαυτὸν ἀνδρείως εἰς τοὺς ὄχλους. 44 τῶν δὲ ταχέως ἀναποδισάντων γενομένου διαστήματος ἦλθε κατὰ μέσον τὸν κενεῶνα. 45 ἔτι δὲ ἔμπνους ὑπάρχων καὶ πεπυρωμένος τοῖς θυμοῖς, ἐξαναστὰς φερομένων κρουνηδὸν τῶν αἱμάτων καὶ δυσχερῶν ὄντων τῶν τραυμάτων, δρόμῳ τοὺς ὄχλους διελθὼν καὶ στὰς ἐπί τινος πέτρας ἀπορρωγάδος, 46 παντελῶς ἔξαιμος ἤδη γενόμενος, προβαλὼν τὰ ἔντερα καὶ λαβὼν ἑκατέραις ταῖς χερσίν, ἐνέσεισε τοῖς ὄχλοις καὶ ἐπικαλεσάμενος τὸν δεσπόζοντα τῆς ζωῆς καὶ τοῦ πνεύματος, ταῦτα αὐτῷ πάλιν ἀποδοῦναι, τόνδε τὸν τρόπον μετήλλαξεν.
Κεφάλαιο 15
Ο δὲ Νικάνωρ μεταλαβὼν τοὺς περὶ τὸν ᾿Ιούδαν ὄντας ἐν τοῖς κατὰ Σαμάρειαν τόποις, ἐβουλεύσατο τῇ τῆς καταπαύσεως ἡμέρᾳ μετὰ πάσης ἀσφαλείας αὐτοῖς ἐπιβαλεῖν. 2 τῶν δὲ κατ᾿ ἀνάγκην συνεπομένων αὐτῷ ᾿Ιουδαίων λεγόντων· μηδαμῶς οὕτως ἀγρίως καὶ βαρβάρως ἀπολέσῃς, δόξαν δὲ ἀπομέρισον τῇ προτετιμημένῃ ὑπὸ τοῦ πάντα ἐφορῶντος μεθ᾿ ἁγιότητος ἡμέρᾳ. 3 ὁ δὲ τρισαλιτήριος ἐπηρώτησεν. εἰ ἔστιν ἐν οὐρανῷ δυνάστης ὁ προστεταχὼς ἄγειν τὴν τῶν σαββάτων ἡμέραν; 4 τῶν δὲ ἀποφηναμένων· ἔστιν ὁ Κύριος ζῶν αὐτὸς ἐν οὐρανῷ δυνάστης ὁ κελεύσας ἀσκεῖν τὴν ἑβδομάδα· 5 ὁ δὲ ἕτερος· κἀγώ, φησί, δυνάστης ἐπὶ τῆς γῆς ὁ προστάσσων αἴρειν τὰ ὅπλα καὶ τὰς βασιλικὰς χρείας ἐπιτελεῖν. ὅμως οὐ κατέσχεν ἐπιτελέσαι τὸ σχέτλιον αὐτοῦ βούλημα. 6 καὶ ὁ μὲν Νικάνωρ μετὰ πάσης ἀλαζονείας ὑψαυχενῶν, διεγνώκει κοινὸν τῶν περὶ τὸν ᾿Ιούδαν συστήσασθαι τρόπαιον. 7 ὁ δὲ Μακκαβαῖος ἦν ἀδιαλείπτως πεποιθὼς μετὰ πάσης ἐλπίδος ἀντιλήψεως τεύξασθαι παρὰ τοῦ Κυρίου 8 καὶ παρεκάλει τοὺς σὺν αὐτῷ μὴ δειλιᾶν τὴν τῶν ἐθνῶν ἔφοδον, ἔχοντας δὲ κατὰ νοῦν τὰ προγεγονότα αὐτοῖς ἀπ᾿ οὐρανοῦ βοηθήματα καὶ τανῦν προσδοκᾶν τὴν παρὰ τοῦ Παντοκράτορος ἐσομένην αὐτοῖς νίκην καὶ βοήθειαν. 9 καὶ παραμυθούμενος αὐτοὺς ἐκ τοῦ νόμου καὶ τῶν προφητῶν, προσυπομνήσας δὲ αὐτοὺς καὶ τοὺς ἀγῶνας, οὓς ἦσαν ἐκτετελεκότες, προθυμοτέρους αὐτοὺς κατέστησε. 10 καὶ τοῖς θυμοῖς διεγείρας αὐτοὺς παρήγγειλεν ἅμα παρεπιδεικνὺς τὴν τῶν ἐθνῶν ἀθεσίαν καὶ τὴν τῶν ὅρκων παράβασιν. 11 ἕκαστον δὲ αὐτῶν καθοπλίσας οὐ τὴν ἀσπίδων καὶ λογχῶν ἀσφάλειαν, ὡς τὴν ἐν τοῖς ἀγαθοῖς λόγοις παράκλησιν, καὶ προσεξηγησάμενος ὄνειρον ἀξιόπιστον ὕπερ τι πάντας εὔφρανεν. 12 ἦν δὲ ἡ τούτου θεωρία τοιάδε· ᾿Ονίαν τὸν γενόμενον ἀρχιερέα ἄνδρα καλὸν καὶ ἀγαθόν, αἰδήμονα μὲν τὴν ἀπάντησιν, πρᾷον δὲ τὸν τρόπον καὶ λαλιὰν προϊέμενον πρεπόντως καὶ ἐκ παιδὸς ἐκμεμελητηκότα πάντα τὰ τῆς ἀρετῆς οἰκεῖα, τοῦτον τὰς χεῖρας προτείναντα κατεύχεσθαι τῷ παντὶ τῶν ᾿Ιουδαίων συστήματι. 13 εἶθ᾿ οὕτως ἐπιφανῆναι ἄνδρα πολιᾷ καὶ δόξῃ διαφέροντα, θαυμαστὴν δέ τινα καὶ μεγαλοπρεπεστάτην εἶναι τὴν περὶ αὐτὸν ὑπεροχήν. 14 ἀποκριθέντα δὲ τὸν ᾿Ονίαν εἰπεῖν· ὁ φιλάδελφος οὗτός ἐστιν ὁ πολλὰ προσευχόμενος περὶ τοῦ λαοῦ καὶ τῆς ἁγίας πόλεως ῾Ιερεμίας ὁ τοῦ Θεοῦ προφήτης. 15 προτείναντα δὲ τὸν ῾Ιερεμίαν τὴν δεξιὰν παραδοῦναι τῷ ᾿Ιούδᾳ ρομφαίαν χρυσῆν, διδόντα δὲ προσφωνῆσαι τάδε· 16 λάβε τὴν ἁγίαν ρομφαίαν δῶρον παρὰ τοῦ Θεοῦ, δι᾿ ἧς θραύσεις τοὺς ὑπεναντίους. 17 παρακληθέντες δὲ τοῖς ᾿Ιούδα λόγοις πάνυ καλοῖς καὶ δυναμένοις ἐπ᾿ ἀρετὴν παρορμῆσαι καὶ ψυχὰς νέων ἐπανορθῶσαι, διέγνωσαν μὴ στρατοπεδεύεσθαι, γενναίως δὲ ἐμφέρεσθαι καὶ μετὰ πάσης εὐανδρίας ἐμπλακέντες κρῖναι τὰ πράγματα, διὰ τὸ καὶ τὴν πόλιν καὶ τὰ ἅγια καὶ τὸ ἱερὸν κινδυνεύειν. 18 ἦν γὰρ ὁ περὶ γυναικῶν καὶ τέκνων, ἔτι δὲ ἀδελφῶν καὶ συγγενῶν ἐν ἥττονι μέρει κείμενος αὐτοῖς ἀγών, μέγιστος δὲ καὶ πρῶτος ὁ περὶ τοῦ καθηγιασμένου ναοῦ φόβος. 19 ἦν δὲ καὶ τοῖς ἐν τῇ πόλει κατειλημμένοις οὐ πάρεργος ἀγωνία ταρασσομένοις τῆς ἐν ὑπαίθρῳ προσβολῆς. 20 καὶ πάντων ἤδη προσδοκώντων τὴν ἐσομένην κρίσιν καὶ ἤδη συμμειξάντων τῶν πολεμίων καὶ τῆς στρατιᾶς ἐκταγείσης καὶ τῶν θηρίων ἐπὶ μέρος εὔκαιρον ἀποκατασταθέντων τῆς τε ἵππου κατὰ κέρας τεταγμένης, 21 συνιδὼν ὁ Μακκαβαῖος τὴν τῶν πληθῶν παρουσίαν καὶ τῶν ὅπλων τὴν ποικίλην παρασκευὴν τήν τε τῶν θηρίων ἀγριότητα, προτείνας τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐπεκαλέσατο τὸν τερατοποιὸν Κύριον, τὸν κατόπτην, γινώσκων ὅτι οὐκ ἔστι δι᾿ ὅπλων ἡ νίκη, καθὼς δὲ ἂν αὐτῷ κριθείη, τοῖς ἀξίοις περιποιεῖται τὴν νίκην. 22 ἔλεγε δὲ ἐπικαλούμενος τόνδε τὸν τρόπον· σὺ Δέσποτα, ἀπέστειλας τὸν ἄγγελόν σου ἐπὶ ᾿Εζεκίου τοῦ βασιλέως τῆς ᾿Ιουδαίας καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς Σενναχηρεὶμ εἰς ἑκατὸν ὀγδοηκονταπέντε χιλιάδας· 23 καὶ νῦν, δυνάστα τῶν οὐρανῶν, ἀπόστειλον ἄγγελον ἀγαθὸν ἔμπροσθεν ἡμῶν εἰς δέος καὶ τρόμον· 24 μεγέθει βραχίονός σου καταπλαγείησαν οἱ μετὰ βλασφημίας παραγενόμενοι ἐπὶ τὸν ἅγιόν σου λαόν. καὶ οὗτος μὲν ἐν τούτοις ἔληξεν. 25 οἱ δὲ περὶ τὸν Νικάνορα μετὰ σαλπίγγων καὶ παιάνων προσῆγον. 26 οἱ δὲ περὶ τὸν ᾿Ιούδαν μετ᾿ ἐπικλήσεως καὶ εὐχῶν συνέμειξαν τοῖς πολεμίοις 27 καὶ ταῖς μὲν χερσὶν ἀγωνιζόμενοι, ταῖς δὲ καρδίαις πρὸς τὸν Θεὸν εὐχόμενοι κατέστρωσαν οὐδὲν ἧττον μυριάδων τριῶν καὶ πεντακισχιλίων, τῇ τοῦ Θεοῦ μεγάλως εὐφρανθέντες ἐπιφανείᾳ. 28 γενόμενοι δὲ ἀπὸ τῆς χρείας καὶ μετὰ χαρᾶς ἀναλύοντες, ἐπέγνωσαν προπεπτωκότα Νικάνορα σὺν τῇ πανοπλίᾳ. 29 γενομένης δὲ κραυγῆς καὶ ταραχῆς, εὐλόγουν τὸν Δυνάστην τῇ πατρίῳ φωνῇ. 30 καὶ προσέταξεν ὁ καθ᾿ ἅπαν σώματι καὶ ψυχῇ πρωταγωνιστὴς ὑπὲρ τῶν πολιτῶν, ὁ τὴν τῆς ἡλικίας εὔνοιαν εἰς ὁμοεθνεῖς διαφυλάξας, τὴν τοῦ Νικάνορος κεφαλὴν ἀποτεμόντας καὶ τὴν χεῖρα σὺν τῷ ὤμῳ φέρειν εἰς ῾Ιεροσόλυμα. 31 παραγενόμενος δὲ ἐκεῖ καὶ συγκαλέσας τοὺς ὁμοεθνεῖς καὶ τοὺς ἱερεῖς πρὸ τοῦ θυσιαστηρίου στήσας, μετεπέμψατο τοὺς ἐκ τῆς ἄκρας. 32 καὶ ἐπιδειξάμενος τὴν τοῦ μιαροῦ Νικάνορος κεφαλὴν καὶ τὴν χεῖρα τοῦ δυσφήμου, ἣν ἐκτείνας ἐπὶ τὸν ἅγιον τοῦ Παντοκράτορος οἶκον ἐμεγαλαύχησε, 33 καὶ τὴν γλῶσσαν τοῦ δυσσεβοῦς Νικάνορος ἐκτεμὼν ἔφη κατὰ μέρος δώσειν τοῖς ὀρνέοις, τὰ δὲ ἐπίχειρα τῆς ἀνοίας κατέναντι τοῦ ναοῦ κρεμάσαι. 34 οἱ δὲ πάντες εἰς τὸν οὐρανὸν εὐλόγησαν τὸν ἐπιφανῆ Κύριον λέγοντες· εὐλογητὸς ὁ διατηρήσας τὸν ἑαυτοῦ τόπον ἀμίαντον. 35 ἐξέδησε δὲ τὴν τοῦ Νικάνορος κεφαλὴν ἐκ τῆς ἄκρας ἐπίδηλον πᾶσι καὶ φανερὸν τῆς τοῦ Κυρίου βοηθείας σημεῖον. 36 καὶ ἐδογμάτισαν πάντες μετὰ κοινοῦ ψηφίσματος μηδαμῶς ἐᾶσαι ἀπαρασήμαντον τήνδε τὴν ἡμέραν, ἔχειν δὲ ἐπίσημον τὴν τρισκαιδεκάτην τοῦ δωδεκάτου μηνὸς —῎Αδαρ λέγεται τῇ Συριακῇ φωνῇ— πρὸ μιᾶς ἡμέρας τῆς Μαρδοχαϊκῆς ἡμέρας.
37 Τῶν οὖν κατὰ Νικάνορα χωρησάντων οὕτω καὶ ἀπ᾿ ἐκείνων τῶν καιρῶν κρατηθείσης τῆς πόλεως ὑπὸ τῶν ῾Εβραίων, καὶ αὐτὸς αὐτόθι καταπαύσω τὸν λόγον. 38 καὶ εἰ μὲν καλῶς καὶ εὐθίκτως τῇ συντάξει, τοῦτο καὶ αὐτὸς ἤθελον· εἰ δὲ εὐτελῶς καὶ μετρίως, τοῦτο ἐφικτὸν ἦν μοι. 39 καθάπερ γὰρ οἶνον καταμόνας πίνειν, ὡσαύτως δὲ καὶ ὕδωρ πάλιν πολέμιον· ὃν δὲ τρόπον οἶνος ὕδατι συγκερασθεὶς ἡδὺς καὶ ἐπιτερπῆ τὴν χάριν ἀποτελεῖ, οὕτω καὶ τὸ τῆς κατασκευῆς τοῦ λόγου τέρπει τὰς ἀκοὰς τῶν ἐντυγχανόντων τῇ συντάξει. ἐνταῦθα δὲ ἔσται ἡ τελευτή.
- Λεπτομέρειες
- Εμφανίσεις: 2548