ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΕΥΑΓΓΕΛΙΟΝ

Κεφάλαιο 1 1.1 Βίβλος γενέσεως ᾽Ιησοῦ Χριστοῦ υἱοῦ Δαυὶδ υἱοῦ ᾽Αβραάμ. 1.2 ᾽Αβραὰμ ἐγέννησεν τὸν ᾽Ισαάκ, ᾽Ισαὰκ δὲ ἐγέννησεν τὸν ᾽Ιακώβ, ᾽Ιακὼβ δὲ ἐγέννησεν τὸν ᾽Ιούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, 1.3 ᾽Ιούδας δὲ ἐγέννησεν τὸν Φάρες καὶ τὸν Ζάρα ἐκ τῆς Θαμάρ, Φάρες δὲ ἐγέννησεν τὸν Ἑσρώμ, Ἑσρὼμ δὲ ἐγέννησεν...

ΚΑΤΑ ΜΑΡΚΟΝ ΕΥΑΓΓΕΛΙΟΝ

Κεφάλαιο 1 1.1 ᾿Αρχὴ τοῦ εὐαγγελίου ᾿Ιησοῦ Χριστοῦ, υἱοῦ τοῦ Θεοῦ.  1.2 ῾Ως γέγραπται ἐν τοῖς προφήταις, ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου·  1.3 φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ,  1.4 ἐγένετο...

ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΝ

Κεφάλαιο 1 1.1 ᾽Επειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων, 1.2 καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ᾽ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου, 1.3 ἔδοξε κἀμοὶ παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς καθεξῆς σοι γράψαι, κράτιστε Θεόφιλε, 1.4 ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν. 1.5 ᾽Εγένετο...

ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ

Κεφάλαιο 1 1.1 ᾽Εν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 1.2 οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. 1.3 πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, ὃ γέγονεν 1.4 ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν...

ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ

Κεφάλαιο 1 1.1 Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων͵ ὦ Θεόφιλε͵ ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν 1.2 ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ πνεύματος ἁγίου οὓς ἐξελέξατο ἀνελήμφθη· 1.3 οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις͵ δι΄ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος...

ΕΠΙΣΤΟΛΗ ΠΑΥΛΟΥ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ

Κεφάλαιο 1 1.1 Παῦλος, δοῦλος ᾿Ιησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος,   ἀφωρισμένος εἰς εὐαγγέλιον Θεοῦ 1.2 ὃ προεπηγγείλατο    διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις 1.3 περὶ τοῦ   υἱοῦ αὐτοῦ, τοῦ γενομένου ἐκ σπέρματος Δαυῒδ κατὰ σάρκα, 1.4 τοῦ ὁρισθέντος υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν, ᾿Ιησοῦ Χριστοῦ...

ΕΠΙΣΤΟΛΗ ΠΑΥΛΟΥ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄

Κεφάλαιο 1 1.1 Παῦλος κλητὸς ἀπόστολος Χριστοῦ ᾽Ιησοῦ διὰ θελήματος θεοῦ, καὶ Σωσθένης ὁ ἀδελφός, 1.2 τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, ἡγιασμένοις ἐν Χριστῷ ᾽Ιησοῦ, κλητοῖς ἁγίοις, σὺν πᾶσιν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ ἐν παντὶ τόπῳ, αὐτῶν καὶ ἡμῶν· 1.3 χάρις ὑμῖν...

ΕΠΙΣΤΟΛΗ ΠΑΥΛΟΥ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄

Κεφάλαιο 1 1.1 Παῦλος, ἀπόστολος ᾿Ιησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ καὶ Τιμόθεος ὁ ἀδελφός, τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ σὺν τοῖς ἁγίοις πᾶσι τοῖς οὖσιν ἐν ὅλῃ τῇ ᾿Αχαΐᾳ· 1.2 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου ᾿Ιησοῦ Χριστοῦ. 1.3 Εὐλογητὸς ὁ Θεὸς καὶ...

ΕΠΙΣΤΟΛΗ ΠΑΥΛΟΥ ΠΡΟΣ ΓΑΛΑΤΑΣ

Κεφάλαιο 1 1.1 Παῦλος ἀπόστολος, οὐκ ἀπ᾽ ἀνθρώπων οὐδὲ δι᾽ ἀνθρώπου ἀλλὰ διὰ ᾽Ιησοῦ Χριστοῦ καὶ θεοῦ πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν, 1.2 καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοί, ταῖς ἐκκλησίαις τῆς Γαλατίας· 1.3 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου ᾽Ιησοῦ Χριστοῦ, 1.4 τοῦ δόντος...

ΕΠΙΣΤΟΛΗ ΠΑΥΛΟΥ ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ

Κεφάλαιο 1 1.1 Παῦλος ἀπόστολος Χριστοῦ ᾽Ιησοῦ διὰ θελήματος θεοῦ τοῖς ἁγίοις τοῖς οὖσιν καὶ πιστοῖς ἐν Χριστῷ ᾽Ιησοῦ· 1.2 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου ᾽Ιησοῦ Χριστοῦ. 1.3 Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ...

ΕΠΙΣΤΟΛΗ ΠΑΥΛΟΥ ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ

Κεφάλαιο 1 1.1 Παῦλος καὶ Τιμόθεος, δοῦλοι ᾿Ιησοῦ Χριστοῦ, πᾶσι τοῖς ἁγίοις ἐν Χριστῷ ᾿Ιησοῦ τοῖς οὖσιν ἐν Φιλίπποις σὺν ἐπισκόποις καὶ διακόνοις· 1.2 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου ᾿Ιησοῦ Χριστοῦ. 1.3 Εὐχαριστῶ τῷ Θεῷ μου ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν, 1.4 πάντοτε ἐν πάσῃ...

ΕΠΙΣΤΟΛΗ ΠΑΥΛΟΥ ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ

Κεφάλαιο 1 1.1 Παῦλος ἀπόστολος Χριστοῦ ᾽Ιησοῦ διὰ θελήματος θεοῦ καὶ Τιμόθεος ὁ ἀδελφός 1.2 τοῖς ἐν Κολοσσαῖς ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν. 1.3 Εὐχαριστοῦμεν τῷ θεῷ πατρὶ τοῦ κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ πάντοτε περὶ ὑμῶν προσευχόμενοι, 1.4 ἀκούσαντες τὴν πίστιν...

ΕΠΙΣΤΟΛΗ ΠΑΥΛΟΥ ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α΄

Κεφάλαιο 1 1.1 Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ πατρὶ καὶ Κυρίῳ ᾿Ιησοῦ Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου ᾿Ιησοῦ Χριστοῦ. 1.2 Εὐχαριστοῦμεν τῷ Θεῷ πάντοτε περὶ πάντων ὑμῶν μνείαν ὑμῶν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν,  1.3 ἀδιαλείπτως μνημονεύοντες ὑμῶν τοῦ...

ΕΠΙΣΤΟΛΗ ΠΑΥΛΟΥ ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β΄

Κεφάλαιο 1 1.1 Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ ἡμῶν καὶ κυρίῳ ᾽Ιησοῦ Χριστῷ· 1.2 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου ᾽Ιησοῦ Χριστοῦ. 1.3 Εὐχαριστεῖν ὀφείλομεν τῷ θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοί, καθὼς ἄξιόν ἐστιν, ὅτι ὑπεραυξάνει ἡ πίστις ὑμῶν καὶ πλεονάζει...

ΕΠΙΣΤΟΛΗ ΠΑΥΛΟΥ ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄

Κεφάλαιο 1 1.1 Παῦλος ἀπόστολος Χριστοῦ ᾽Ιησοῦ κατ᾽ ἐπιταγὴν θεοῦ σωτῆρος ἡμῶν καὶ Χριστοῦ ᾽Ιησοῦ τῆς ἐλπίδος ἡμῶν 1.2 Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει· χάρις, ἔλεος, εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ ᾽Ιησοῦ τοῦ κυρίου ἡμῶν. 1.3 Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν ᾽Εφέσῳ πορευόμενος εἰς Μακεδονίαν, ἵνα παραγγείλῃς τισὶν μὴ...

ΕΠΙΣΤΟΛΗ ΠΑΥΛΟΥ ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄

Κεφάλαιο 1 1.1 Παῦλος ἀπόστολος Χριστοῦ ᾽Ιησοῦ διὰ θελήματος θεοῦ κατ᾽ ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ ᾽Ιησοῦ 1.2 Τιμοθέῳ ἀγαπητῷ τέκνῳ· χάρις, ἔλεος, εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ ᾽Ιησοῦ τοῦ κυρίου ἡμῶν. 1.3 Χάριν ἔχω τῷ θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ...

ΕΠΙΣΤΟΛΗ ΠΑΥΛΟΥ ΠΡΟΣ ΤΙΤΟΝ

Κεφάλαιο 1 1.1 Παῦλος, δοῦλος Θεοῦ, ἀπόστολος δὲ ᾿Ιησοῦ Χριστοῦ κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατ᾿ εὐσέβειαν 1.2 ἐπ᾿ ἐλπίδι ζωῆς αἰωνίου, ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς Θεὸς πρὸ χρόνων αἰωνίων, 1.3 ἐφανέρωσε δὲ καιροῖς ἰδίοις τὸν λόγον αὐτοῦ ἐν κηρύγματι ὃ ἐπιστεύθην ἐγὼ κατ᾿ ἐπιταγὴν τοῦ σωτῆρος...

ΕΠΙΣΤΟΛΗ ΠΑΥΛΟΥ ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ

Κεφάλαιο 1 1.1 Παῦλος, δέσμιος Χριστοῦ ᾿Ιησοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός, Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν 1.2 καὶ ᾿Απφίᾳ τῇ ἀγαπητῇ καὶ ᾿Αρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν καὶ τῇ κατ᾿ οἶκόν σου ἐκκλησίᾳ· 1.3 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου ᾿Ιησοῦ Χριστοῦ. 1.4 Εὐχαριστῶ τῷ Θεῷ...

ΕΠΙΣΤΟΛΗ ΠΑΥΛΟΥ ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ

Κεφάλαιο 1 1.1 Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις 1.2 ἐπ΄ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ͵ ὃν ἔθηκεν κληρονόμον πάντων͵ δι΄ οὗ καὶ ἐποίησεν τοὺς αἰῶνας· 1.3 ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ͵ φέρων τε τὰ πάντα...

ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ

Κεφάλαιο 1 1.1 ᾿Ιάκωβος, Θεοῦ καὶ Κυρίου ᾿Ιησοῦ Χριστοῦ δοῦλος, ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ διασπορᾷ χαίρειν. 1.2 Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις, 1.3 γινώσκοντες ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν· 1.4 ἡ  δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι,...

ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Α’

Κεφάλαιο 1 1.1 Πέτρος, ἀπόστολος ᾿Ιησοῦ Χριστοῦ, ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου, Γαλατίας, Καππαδοκίας, ᾿Ασίας καὶ Βιθυνίας, 1.2 κατὰ πρόγνωσιν Θεοῦ πατρός, ἐν ἁγιασμῷ Πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος ᾿Ιησοῦ Χριστοῦ· χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη. 1.3 Εὐλογητὸς ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ, ὁ κατὰ τὸ...

ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Β’

Κεφάλαιο 1 1.1 Συμεὼν Πέτρος δοῦλος καὶ ἀπόστολος Ἰησοῦ Χριστοῦ τοῖς ἰσότιμον ἡμῖν λαχοῦσιν πίστιν ἐν δικαιοσύνῃ τοῦ θεοῦ ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ· 1.2 χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη ἐν ἐπιγνώσει τοῦ θεοῦ καὶ Ἰησοῦ τοῦ κυρίου ἡμῶν. 1.3 Ὡς πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν...

ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Α’

Κεφάλαιο 1 1.1 ῝Ο ἦν ἀπ᾿ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς· 1.2  - καὶ ἡ ζωὴ   ἐφανερώθη,   καὶ   ἑωράκαμεν   καὶ μαρτυροῦμεν καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν πατέρα καὶ ἐφανερώθη...