ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ
ΜΑΚΚΑΒΑΙΩΝ Γ´
Κεφάλαιο 1
Ο δὲ Φιλοπάτωρ μαθὼν παρὰ τῶν ἀνακομισθέντων τὴν γενομένην τῶν ὑπ’ αὐτοῦ κρατουμένων τόπων ἀφαίρεσιν ὑπὸ ᾿Αντιόχου παραγγείλας ταῖς πάσαις δυνάμεσι πεζικαῖς τε καὶ ἱππικαῖς αὐτοῦ καὶ τὴν ἀδελφὴν ᾿Αρσινόην συμπαραλαβών, ἐξώρμησε μέχρι τῶν κατὰ Ραφίαν τόπων, ὅπου παρεμβεβλήκεισαν οἱ περὶ ᾿Αντίοχον. 2 Θεόδοτος δέ τις ἐκπληρῶσαι τὴν...
ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ
ΨΑΛΜΟΙ 1 – 75
Ψαλμός 1
ΜΑΚΑΡΙΟΣ ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη καὶ ἐπὶ καθέδρᾳ λοιμῶν οὐκ ἐκάθισεν. 2 ἀλλ᾿ ἤ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός. 3 καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ...
ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ
ΨΑΛΜΟΙ 75 – 150
Ψαλμός 76
Εἰς τὸ τέλος, ὑπὲρ ᾿Ιδιθούν· ψαλμὸς τῷ ᾿Ασάφ.
2 ΦΩΝῌ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεόν, καὶ προσέσχε μοι. 3 ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησα, ταῖς χερσί μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην· ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου. 4 ἐμνήσθην τοῦ Θεοῦ καὶ...
ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ
ΙΩΒ
Κεφάλαιο 1
ΑΝΘΡΩΠΟΣ τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι, ᾧ ὄνομα ᾿Ιώβ, καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἀληθινός, ἄμεμπτος, δίκαιος, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. 2 ἐγένοντο δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς. 3 καὶ ἦν τὰ κτήνη αὐτοῦ πρόβατα ἑπτακισχίλια, κάμηλοι τρισχίλιαι, ζεύγη βοῶν πεντακόσια, θήλειαι ὄνοι...
ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ
ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ
Κεφάλαιο 1
ΠΑΡΟΙΜΙΑΙ Σολομῶντος υἱοῦ Δαυίδ, ὃς ἐβασίλευσεν ἐν ᾿Ισραήλ, 2 γνῶναι σοφίαν καὶ παιδείαν νοῆσαί τε λόγους φρονήσεως 3 δέξασθαί τε στροφὰς λόγων νοῆσαί τε δικαιοσύνην ἀληθῆ καὶ κρίμα κατευθύνειν, 4 ἵνα δῷ ἀκάκοις πανουργίαν, παιδὶ δὲ νέῳ αἴσθησίν τε καὶ ἔννοιαν· 5 τῶνδε γὰρ ἀκούσας σοφὸς σοφώτερος ἔσται,...
ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ
ΕΚΚΛΗΣΙΑΣΤΗΣ
Κεφάλαιο 1
Ρήματα ἐκκλησιαστοῦ υἱοῦ Δαβὶδ βασιλέως ᾿Ισραὴλ ἐν ῾Ιερουσαλήμ.
2 Ματαιότης ματαιοτήτων, εἶπεν ὁ ἐκκλησιαστής, ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. 3 τίς περισσεία τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ, ᾧ μοχθεῖ ὑπὸ τὸν ἥλιον; 4 γενεὰ πορεύεται καὶ γενεὰ ἔρχεται, καὶ ἡ γῆ εἰς τὸν αἰῶνα ἕστηκε. 5 καὶ ἀνατέλλει...
ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ
ΑΣΜΑ
Κεφάλαιο 1
ΑΣΜΑ ἆσμάτων, ὅ ἐστι τῷ Σαλωμών.
2 Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ, ὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον, 3 καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα· μῦρον ἐκκενωθὲν ὄνομά σου. διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε, 4 εἵλκυσάν σε, ὀπίσω σου εἰς ὀσμὴν μύρων σου δραμοῦμεν. εἰσήνεγκέ με...
ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ
ΣΟΦΙΑ ΣΟΛΟΜΩΝΤΟΣ
Κεφάλαιο 1
ΑΓΑΠΗΣΑΤΕ δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι, καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν· 2 ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. 3 σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει τοὺς ἄφρονας. 4 ὅτι εἰς...
ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ
ΣΟΦΙΑ ΣΕΙΡΑΧ
Πρόλογος
ΠΟΛΛΩΝ καὶ μεγάλων ἡμῖν διὰ τοῦ νόμου καὶ τῶν προφητῶν καὶ τῶν ἄλλων τῶν κατ᾿ αὐτοὺς ἠκολουθηκότων δεδομένων, ὑπὲρ ὧν δέον ἐστὶν ἐπαινεῖν τὸν ᾿Ισραὴλ παιδείας καὶ σοφίας, καὶ ὡς οὐ μόνον αὐτοὺς τοὺς ἀναγινώσκοντας δέον ἐστὶν ἐπιστήμονας γίνεσθαι, ἀλλὰ καὶ τοῖς ἐκτὸς δύνασθαι τοὺς φιλομαθοῦντας χρησίμους εἶναι καὶ...
ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ
ΩΣΗΕ
Κεφάλαιο 1
ΛΟΓΟΣ Κυρίου, ὃς ἐγενήθη πρὸς ῾Ωσηὲ τὸν τοῦ Βεηρεὶ ἐν ἡμέραις ᾿Οζίου καὶ ᾿Ιωάθαμ καὶ ῎Αχαζ καὶ ᾿Εζεκίου βασιλέων ᾿Ιούδα καὶ ἐν ἡμέραις ῾Ιεροβοὰμ υἱοῦ ᾿Ιωὰς βασιλέως ᾿Ισραήλ.
2 Ἀρχὴ λόγου Κυρίου εἰς ῾Ωσηέ. καὶ εἶπε Κύριος πρὸς ῾Ωσηέ· βάδιζε, λαβὲ σεαυτῷ γυναῖκα πορνείας καὶ τέκνα πορνείας, διότι ἐκπορνεύουσα...
ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ
ΑΜΩΣ
Κεφάλαιο 1
ΛΟΓΟΙ Ἀμώς, οἳ ἐγένοντο ἐν ᾿Ακκαρεὶμ ἐκ Θεκουέ, οὓς εἶδεν ὑπὲρ ῾Ιερουσαλὴμ ἐν ἡμέραις ᾿Οζίου βασιλέως ᾿Ιούδα καὶ ἐν ἡμέραις ῾Ιεροβοὰμ τοῦ ᾿Ιωὰς βασιλέως ᾿Ισραήλ, πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ.
2 Καὶ εἶπε· Κύριος ἐκ Σιὼν ἐφθέγξατο καὶ ἐξ ῾Ιερουσαλὴμ ἔδωκε φωνὴν αὐτοῦ, καὶ ἐπένθησαν αἱ νομαὶ τῶν ποιμένων,...
ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ
ΜΙΧΑΙΑΣ
Κεφάλαιο 1
ΚΑΙ ἐγένετο λόγος Κυρίου πρὸς Μιχαίαν τὸν τοῦ Μωρασθεὶ ἐν ἡμέραις ᾿Ιωάθαμ καὶ ῎Αχαζ καὶ ᾿Εζεκίου βασιλέων ᾿Ιούδα, ὑπὲρ ὧν εἶδε περὶ Σαμαρείας καὶ περὶ ῾Ιερουσαλήμ.
2 Ἀκούσατε, λαοί, λόγους, καὶ προσεχέτω ἡ γῆ καὶ πάντες οἱ ἐν αὐτῇ, καὶ ἔσται Κύριος ἐν ὑμῖν εἰς μαρτύριον, Κύριος ἐξ οἴκου...
ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ
ΙΩΗΛ
Κεφάλαιο 1
ΛΟΓΟΣ Κυρίου, ὃς ἐγενήθη πρὸς ᾿Ιωὴλ τὸν τοῦ Βαθουήλ. 2 ᾿Ακούσατε ταῦτα, οἱ πρεσβύτεροι, καὶ ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν γῆν. εἰ γέγονε τοιαῦτα ἐν ταῖς ἡμέραις ὑμῶν ἢ ἐν ταῖς ἡμέραις τῶν πατέρων ὑμῶν; 3 ὑπὲρ αὐτῶν τοῖς τέκνοις ὑμῶν διηγήσασθε, καὶ τὰ τέκνα ὑμῶν τοῖς τέκνοις...
ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ
ΟΒΔΙΟΥ
Κεφάλαιο 1
ΟΡΑΣΙΣ Ὀβδιού.
Τάδε λέγει Κύριος ὁ Θεὸς τῇ ᾿Ιδουμαίᾳ· ἀκοὴν ἤκουσα παρὰ Κυρίου, καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν. ἀνάστητε, καὶ ἐξαναστῶμεν ἐπ᾿ αὐτὴν εἰς πόλεμον. 2 ἰδοὺ ὀλιγοστὸν δέδωκά σε ἐν τοῖς ἔθνεσιν, ἠτιμωμένος εἶ σὺ σφόδρα. 3 ὑπερηφανία τῆς καρδίας σου ἐπῇρέ σε κατασκηνοῦντα ἐν ταῖς ὀπαῖς...
ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ
ΙΩΝΑΣ
Κεφάλαιο 1
ΚΑΙ ἐγένετο λόγος Κυρίου πρὸς ᾿Ιωνᾶν τὸν τοῦ ᾿Αμαθὶ λέγων· 2 ἀνάστηθι καὶ πορεύθητι εἰς Νινευὴ τὴν πόλιν τὴν μεγάλην καὶ κήρυξον ἐν αὐτῇ, ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῆς πρός με. 3 καὶ ἀνέστη ᾿Ιωνᾶς τοῦ φυγεῖν εἰς Θαρσὶς ἐκ προσώπου Κυρίου καὶ κατέβη εἰς ᾿Ιόππην...
ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ
ΝΑΟΥΜ
Κεφάλαιο 1
ΛΗΜΜΑ Νινευή, βιβλίον ὁράσεως Ναοὺμ τοῦ ᾿Ελκεσαίου. 2 Θεὸς ζηλωτὴς καὶ ἐκδικῶν Κύριος, ἐκδικῶν Κύριος μετὰ θυμοῦ, ἐκδικῶν Κύριος τοὺς ὑπεναντίους αὐτοῦ, καὶ ἐξαίρων αὐτὸς τούς ἐχθροὺς αὐτοῦ. 3 Κύριος μακρόθυμος, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ ἀθῷον οὐκ ἀθῳώσει Κύριος. ἐν συντελείᾳ καὶ ἐν συσσεισμῷ ἡ ὁδὸς...
ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ
ΑΜΒΑΚΟΥΜ
Κεφάλαιο 1
ΤΟ λῆμμα ὃ εἶδεν ᾿Αμβακοὺμ ὁ προφήτης.
2 ῞Εως τίνος, Κύριε, κεκράξομαι καὶ οὐ μὴ εἰσακούσῃς; βοήσομαι πρός σε ἀδικούμενος καὶ οὐ σώσεις; 3 ἱνατί ἔδειξάς μοι κόπους καὶ πόνους, ἐπιβλέπειν ταλαιπωρίαν καὶ ἀσέβειαν; ἐξεναντίας μου γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβάνει. 4 διὰ τοῦτο διεσκέδασται νόμος, καὶ οὐ...
ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ
ΣΟΦΟΝΙΑΣ
Κεφάλαιο 1
ΛΟΓΟΣ Κυρίου, ὃς ἐγενήθη πρὸς Σοφονίαν τὸν τοῦ Χουσί, υἱὸν Γοδολίου, τοῦ ᾿Αμορίου, τοῦ ᾿Εζεκίου, ἐν ἡμέραις ᾿Ιωσίου υἱοῦ ᾿Αμὼν βασιλέως ᾿Ιούδα.
2 ᾿Εκλείψει ἐκλιπέτω ἀπὸ προσώπου τῆς γῆς, λέγει Κύριος, 3 ἐκλιπέτω ἄνθρωπος καὶ κτήνη, ἐκλιπέτω τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ οἱ ἰχθύες τῆς θαλάσσης, καὶ ἀσθενήσουσιν οἱ...
ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ
ΑΓΓΑΙΟΣ
Κεφάλαιο 1
ΕΝ τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως, ἐν τῷ μηνὶ τῷ ἕκτῳ, μιᾷ τοῦ μηνός, ἐγένετο λόγος Κυρίου ἐν χειρὶ ᾿Αγγαίου τοῦ προφήτου λέγων· εἰπὸν πρὸς Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ ἐκ φυλῆς ᾿Ιούδα καὶ πρὸς ᾿Ιησοῦν τὸν τοῦ ᾿Ιωσεδὲκ τὸν ἱερέα τὸν μέγαν λέγων· 2 τάδε λέγει...
ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ
ΖΑΧΑΡΙΑΣ
Κεφάλαιο 1
ΕΝ τῷ ὀγδόῳ μηνί, ἔτους δευτέρου ἐπὶ Δαρείου, ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν τὸν τοῦ Βαραχίου, υἱὸν ᾿Αδδὼ τὸν προφήτην λέγων· 2 ὠργίσθη Κύριος ἐπὶ τοὺς πατέρας ὑμῶν ὀργὴν μεγάλην, 3 καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος παντοκράτωρ· ἐπιστρέψατε πρός με, λέγει Κύριος τῶν δυνάμεων, καὶ ἐπιστραφήσομαι...

Ὁ Ὅσιος Θεοδόσιος καταγόταν ἀπό τήν κωμόπολη τῆς Μωγαρισσοῦ, ἡ ὁποία ἀνῆκε στήν ἐπαρχία τῆς Καππαδοκίας. Ἔζησε κατά τούς χρόνους τοῦ Λέοντος τοῦ Θρακός καί ἔφτασε ἕως καί τούς χρόνους τοῦ αὐτοκράτορα Ἀναστασίου (491 – 518 μ.Χ.). Ὁ πατέρας του ὀνομαζόταν Προαιρέσιος καί ἡ μητέρα του Εὐλογία. Ἦταν καί οἱ δυό εὐσεβεῖς καί πιστοί ἄνθρωποι. Ὁ Θεοδόσιος ὅμως, ἀπό θεῖο ζῆλο, δέν ἀκολούθησε τήν ἔγγαμο ζωή, ἀλλά τό μοναχικό βίο. Γι’ αὐτό ἔφυγε ἀπό τήν πατρίδα του καί πῆγε στά Ἱεροσόλυμα νά προσκυνήσει τούς Ἁγίους Τόπους. Στή συνέχεια μετέβη στήν Ἀντιόχεια, ὅπου ἐπισκέφθηκε τόν Ἅγιο Συμεών τόν Στυλίτη, ὁ ὁποῖος τόν ἐμύησε στά τῆς μοναχικῆς πολιτείας καί τῆς ἀρετῆς καί τοῦ προεῖπε ὅτι θά γίνει ποιμένας πολλῶν λογικῶν προβάτων. Ἀσκήτεψε κοντά στό θαυμαστό καί ἐνάρετο ἀσκητή, πού ὀνομαζόταν Λογγίνος, μέ τόν ὁποῖο μαζί μελετοῦσε, συζητοῦσε καί προσευχόταν καί τοῦ ὁποίου σπούδαζε τήν πνευματική διαύγεια καί τή μεγάλη ταπεινοφροσύνη.